Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu


Αναζήτηση θεμάτων ιστολογίου

Συναξάριον


Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΜΑΣ κ.κ. ΧΡΥΣΟΣΤΟΜΟΣ

Ο ΘΕΟΦΙΛΕΣΤΑΤΟΣ ΕΠΙΣΚΟΠΟΣ ΚΕΡΝΙΤΣΗΣ κ. ΧΡΥΣΑΝΘΟΣ

Χαιρετισμοί προς την Υπεραγία Θεοτόκο

Χαιρετισμοί προς την Υπεραγία Θεοτόκο
Καντε κλικ στην εικόνα της Παναγίας και διαβάστε τους

Ακολουθία της Θείας Μεταλήψεως

Ακολουθία της Θείας Μεταλήψεως
Καντε κλικ στην φωτογραφία και διαβάστε

Η Ακολουθία του Μικρού Αποδείπνου από την Ι.Μ. Ομπλού

Η Ακολουθία του Μικρού Αποδείπνου από την Ι.Μ. Ομπλού
Καντε κλικ στην εικόνα για να δείτε το Video

Συμβουλές πριν από την Εξομολόγηση και τη Θεία Κοινωνία

Συμβουλές πριν από την Εξομολόγηση και τη Θεία Κοινωνία
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Πριν τον Γάμο...

Πριν τον Γάμο...
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Δυο λόγια για τη βάπτιση του παιδιού σας

Δυο λόγια για τη βάπτιση του παιδιού σας
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Πότε και πώς νηστεύομε;

Πότε και πώς νηστεύομε;
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Το σημείο του Σταυρού

Το σημείο του Σταυρού
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Blog Archive

Από το Blogger.
English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified
Related Posts Plugin for WordPress, Blogger...
Τρίτη 14 Ιουνίου 2016
Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF


ΚΑΝΩΝ Α΄. Ἐπίσκοπος χειροτονείσθω ὑπὸ Ἐπισκόπων δύω, ἢ τριῶν.

ΚΑΝΩΝ B΄. Πρεσβύτερος ὑπὸ ἑνὸς Ἐπισκόπου χειροτονείσθω, καὶ Διάκονος, καὶ οἱ λοιποὶ Κληρικοί.

ΚΑΝΩΝ Γ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος παρὰ τὴν τοῦ Κυρίου διάταξιν τὴν ἐπὶ τῇ θυσίᾳ, προσενέγκοι ἕτερά τινα ἐπὶ τὸ θυσιαστήριον, ἢ μέλι, ἢ γάλα, ἢ ἀντὶ οἴνου σίκερα ἐπιτηδευτά, ἢ ὄρνιν, ἢ ζῷά τινα, ἢ ὄσπρια, παρὰ τὴν διάταξιν, καθαιρείσθω, πλὴν νέων χίδρων, ἢ σταφυλῆς, τῷ καιρῷ τῷ δέοντι. Μὴ ἐξὸν δὲ ἔστω προσάγεσθαι τὶ ἕτερον πρὸς τὸ θυσιαστήριον, ἢ ἔλαιον εἰς τὴν λυχνίαν, καὶ θυμίαμα τῷ καιρῷ τῆς ἁγίας προσφορᾶς.

ΚΑΝΩΝ Δ΄. Ἡ ἄλλη ὀπώρα εἰς οἶκον ἀποστελλέσθω, ἀπαρχὴ τῷ Ἐπισκόπῳ καὶ τοῖς Πρεσβυτέροις, ἀλλὰ μὴ πρὸς τὸ θυσιαστήριον. Δῆλον δέ, ὡς ὁ Ἐπίσκοπος καὶ οἱ Πρεσβύτεροι, ἐπιμερίσουσι τοῖς Διακόνοις, καὶ τοῖς λοιποῖς Κληρικοῖς.

ΚΑΝΩΝ Ε΄. Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, τὴν ἑαυτοῦ γυναῖκα μὴ ἐκβαλλέτω προφάσει εὐλαβείας. Ἐὰν δὲ ἐκβάλῃ, ἀφοριζέσθω, ἐπιμένων δέ, καθαιρείσθω.

ΚΑΝΩΝ ΣΤ΄. Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, κοσμικὰς φροντίδας μὴ ἀντιλαμβανέτω. Εἴδε μή, καθαιρείσθω.

ΚΑΝΩΝ Ζ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, τὴν ἁγίαν τοῦ Πάσχα ἡμέραν πρὸ τῆς ἐαρινῆς ἰσημερίας μετὰ Ἰουδαίων ἐπιτελέσοι, καθαιρείσθω.

ΚΑΝΩΝ Η΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, ἢ ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ, προσφορᾶς γενομένης, μὴ μεταλάβοι, τὴν αἰτίαν εἰπάτω, καὶ ἐὰν ἡ εὔλογος, συγγνώμης τυγχανέτω. Εἰ δὲ μὴ λέγοι, ἀφοριζέσθω, ὡς αἴτιος βλάβης γενόμενος τῷ λαῷ καὶ ὑπόνοιαν ἐμποιήσας κατὰ τοῦ προσενέγκαντος, ὡς μὴ ὑγιῶς ἀνενέγκαντος.

ΚΑΝΩΝ Θ΄. Πάντας τοὺς εἰσιόντας πιστούς, καὶ τῶν Γραφῶν ἀκούοντας, μὴ παραμένοντας δὲ τῇ προσευχῇ, καὶ τῇ ἁγίᾳ Μεταλήψει, ὡς ἀταξίαν ἐμποιοῦντας τῇ Ἐκκλησία, ἀφορίζεσθαι χρῇ.

ΚΑΝΩΝ Ι΄. Εἴ τις ἀκοινωνήτῳ, κἂν ἐν οἴκῳ συνεύξηται, οὗτος ἀφοριζέσθω.

ΚΑΝΩΝ ΙΑ΄. Εἴ τις καθηρημένῳ, Κληρικὸς ὧν, Κληρικῷ συνεύξηται, καθαιρείσθω καὶ αὐτός.

ΚΑΝΩΝ ΙΒ΄. Εἴ τις Κληρικός, ἢ Λαϊκὸς ἀφωρισμένος, ἤτοι ἄδεκτος, ἀπελθὼν ἐν ἑτέρᾳ πόλει προσδεχθῇ, ἄνευ γραμμάτων συστατικῶν, ἀφοριζέσθω, καὶ ὁ δεξάμενος καὶ ὁ δεχθείς.

ΚΑΝΩΝ ΙΓ΄. Εἰ δὲ ἀφωρισμένος εἴη, ἐπιτεινέσθω αὐτῷ ὁ ἀφορισμὸς ὡς ψευσαμένῳ, καὶ ἀπατήσαντι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.

ΚΑΝΩΝ ΙΔ΄. Ἐπίσκοπον μὴ ἐξῆναι καταλείψαντα τὴν ἑαυτοῦ παροικίαν, ἑτέρα ἐπιπηδᾶν, κἂν ὑπὸ πλειόνων ἀναγκάζηται, εἰμή τις εὔλογος αἰτία ἡ ἡ τοῦτο βιαζομένη αὐτὸν ποιεῖν, ὡς πλέον τι κέρδος δυναμένου αὐτοῦ τοῖς ἐκεῖσε, λόγῳ εὐσεβείας συμβάλλεσθαι. Καὶ τοῦτο δὲ οὐκ ἀφ΄ ἑαυτοῦ, ἀλλὰ κρίσει πολλῶν Ἐπισκόπων καὶ παρακλήσει μεγίστῃ.

ΚΑΝΩΝ ΙΕ΄. Εἴ τις Πρεσβύτερος, ἢ Διάκονος, ἢ ὅλως τοῦ καταλόγου τῶν Κληρικῶν, ἀπολείψας τὴν ἑαυτοῦ παροικίαν, εἰς ἑτέραν ἀπέλθῃ, καὶ παντελῶς μεταστάς, διατρίβει ἐν ἄλλῃ, παρὰ γνώμην τοῦ ἰδίου Ἐπισκόπου, τοῦτον κελεύομεν μηκέτι λειτουργεῖν. Εἰ μάλιστα, προσκαλουμένου αὐτὸν τοῦ Ἐπισκόπου αὐτοῦ ἐπανελθεῖν, οὐχ ὑπήκουσεν, ἐπιμένων τῇ ἀταξίᾳ, ὡς λαϊκὸς μέντοι ἐκεῖσε κοινωνείτω.

ΚΑΝΩΝ ΙΣΤ΄. Εἰ δὲ ὁ Ἐπίσκοπος, παρ΄ ᾧ τυγχάνουσι, παρ΄ οὐδὲν λογισάμενος τὴν καθ΄ αὐτῶν ὁρισθεῖσαν ἀργίαν, δέξηται αὐτοὺς ὡς Κληρικούς, ἀφοριζέσθω, ὡς διδάσκαλος ἀταξίας.

ΚΑΝΩΝ ΙΖ΄. Ὁ δυσὶ γάμοις συμπλακεὶς μετὰ τὸ βάπτισμα, ἢ παλλακὴν κτησάμενος, οὐ δύναται εἶναι Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ.

ΚΑΝΩΝ ΙΗ΄. Ὁ χήραν λαβών, ἢ ἐκβεβλημένην, ἢ ἑταίραν, ἢ οἰκέτιν, ἢ τῶν ἐπὶ σκηνῆς, οὐ δύναται εἶναι Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ.

ΚΑΝΩΝ ΙΘ΄. Ὁ δύω ἀδελφὰς ἀγόμενος, ἢ ἀδελφιδήν, οὐ δύναται εἶναι Κληρικός.

ΚΑΝΩΝ Κ΄. Κληρικὸς ἐγγυᾷς διδούς, καθαιρείσθω.

ΚΑΝΩΝ ΚΑ΄. Εὐνοῦχος, εἰ μὲν ἐξ ἐπηρείας ἀνθρώπων ἐγένετο, ἢ διωγμῷ ἀφηρέθη τὰ τῶν ἀνδρῶν, ἢ οὕτως ἔφυ, καί ἐστιν ἄξιος, Ἐπίσκοπος γινέσθω.

ΚΑΝΩΝ ΚΒ΄. Ὁ ἀκρωτηριάσας ἑαυτόν, μὴ γινέσθω κληρικός, αὐτοφονευτὴς γάρ ἐστιν ἑαυτοῦ, καὶ τῆς του Θεοῦ δημιουργίας ἐχθρός.

ΚΑΝΩΝ ΚΓ΄. Εἴ τις Κληρικὸς ὧν, ἑαυτὸν ἀκρωτηριάσοι, καθαιρείσθω. Φονεὺς γάρ ἐστιν ἑαυτοῦ.

ΚΑΝΩΝ ΚΔ΄. Λαϊκὸς ἑαυτὸν ἀκρωτηριάσας, ἀφοριζέσθω ἔτη τρία. Ἐπίβουλος γάρ ἐστι τῆς ἑαυτοῦ ζωῆς.

ΚΑΝΩΝ ΚΕ΄. Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος ἐπὶ πορνείᾳ, ἢ ἐπιορκίᾳ, ἢ κλοπῇ, ἁλούς, καθαιρείσθω, καὶ μὴ ἀφοριζέσθω. Λέγει γὰρ ἡ Γραφή, «Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό». Ὠσαύτως καὶ οἱ λοιποὶ κληρικοί.

ΚΑΝΩΝ ΚΣΤ΄. Τῶν εἰς κλῆρον προελθόντων ἀγάμων κελεύομεν, βουλομένους γαμεῖν, ἀναγνώστας, καὶ ψάλτας μόνον.

ΚΑΝΩΝ ΚΖ΄. Ἐπίσκοπον, ἢ Πρεσβύτερον, ἢ Διάκονον, τύπτοντα πιστοὺς ἁμαρτάνοντας, ἢ ἀπίστους ἀδικήσαντας, καὶ διὰ τῶν τοιούτων φοβεῖν ἐθελοντά, καθαιρεῖσθαι προστάσσομεν. Οὐδαμοῦ γὰρ ὁ Κύριος τοῦτο ἡμᾶς ἐδίδαξε. Τουναντίον δέ, αὐτὸς τυπτόμενος, οὐκ ἀντέτυπτε, λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων, οὐκ ἠπείλει.

ΚΑΝΩΝ ΚΗ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος καθαιρεθεὶς δικαίως, ἐπὶ ἐγκλήμασι φανεροῖς, τολμήσειεν ἅψασθαι τῆς ποτε ἐγχειρισθείσης αὐτῷ λειτουργίας, οὗτος παντάπασιν ἐκκοπτέσθω τῆς Ἐκκλησίας.

ΚΑΝΩΝ ΚΘ΄. Εἴ τις Ἐπίσκοπος, διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένοιτο, ἢ Πρεσβύτερος, ἢ Διάκονος, καθαιρείσθω, καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω παντάπασι καὶ τῆς κοινωνίας, ὡς Σίμων ὁ μάγος ὑπ΄ ἐμοῦ Πέτρου.

ΚΑΝΩΝ Λ΄. Εἴ τις Ἐπίσκοπος κοσμικοῖς ἄρχουσι χρησάμενος, δι΄ αὐτῶν ἐγκρατὴς Ἐκκλησίας γένοιτο, καθαιρείσθω, καὶ ἀφοριζέσθω. Καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες.

ΚΑΝΩΝ ΛΑ΄. Εἴ τις Πρεσβύτερος, καταφρονήσας τοῦ ἰδίου Ἐπισκόπου, χωρὶς συναγάγει, καὶ θυσιαστήριον ἕτερον πήξει, μηδὲν κατεγνωκὼς τοῦ Ἐπισκόπου ἐν εὐσεβείᾳ, καὶ δικαιοσύνῃ, καθαιρείσθω, ὡς φίλαρχος. Τύραννος γάρ ἐστιν, ὠσάυτως δὲ καὶ οἱ λοιποὶ Κληρικοί, καὶ ὅσοι ἂν αὐτῷ προσθῶνται, οἱ δὲ λαϊκοὶ ἀφοριζέσθωσαν. Ταῦτα δὲ μετὰ μίαν, καὶ δευτέραν, καὶ τρίτην παράκλησιν τοῦ Ἐπισκόπου, γινέσθω.

ΚΑΝΩΝ ΛΒ΄. Εἴ τις Πρεσβύτερος, ἢ Διάκονος ὑπὸ Ἐπισκόπου γένηται ἐν ἀφορισμῶ, τοῦτον μὴ ἐξεῖναι παρ΄ ἑτέρου δεχθῆναι, ἀλλ΄ ἡ παρὰ τοῦ ἀφορίσαντος αὐτόν, εἰ μὴ ἂν κατὰ συγκυρίαν τελευτήσῃ ὁ ἀφορίσας αὐτὸν Ἐπίσκοπος.

ΚΑΝΩΝ ΛΓ΄. Μηδένα τῶν ξένων Ἐπισκόπων, ἢ Πρεσβυτέρων, ἢ Διακόνων ἄνευ συστατικῶν προσδέχεσθαι. Καὶ ἐπιφερομένων δὲ αὐτῶν, ἀνακρινέσθωσαν, καὶ εἰ μὲν ὧσι κήρυκες τῆς εὐσεβείας, προσδεχέσθωσαν, εἰ δὲ μῆγε, τὰ πρὸς χρείαν αὐτοῖς ἐπιχορηγήσαντες, εἰς κοινωνίαν αὐτοὺς μὴ προσδέξησθε. Πολλὰ γὰρ κατὰ συναρπαγὴν γίνεται.

ΚΑΝΩΝ ΛΔ΄. Τοὺς Ἐπισκόπους ἑκάστου ἔθνους, εἰδέναι χρῇ τὸν ἐν αὐτοῖς πρῶτον, καὶ ἡγεῖσθαι αὐτὸν ὡς κεφαλήν, καὶ μηδὲν τὶ πράττειν περιττὸν ἄνευ τῆς ἐκείνου γνώμης, μόνα δὲ πράττειν ἕκαστον, ὅσα τῇ αὐτοῦ παροικίᾳ ἐπιβαλεῖ, καὶ ταῖς ὑπ΄ αὐτὴν χώραις. Ἀλλὰ μηδὲ ἐκεῖνος ἄνευ τῆς πάντων γνώμης ποιείτω τί. Οὕτω γὰρ ὁμόνοια ἔσται, καὶ δοξασθήσεται ὁ Θεός, διὰ Κυρίου ἐν Ἁγίῳ Πνεύματι, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Ἅγιον Πνεῦμα.

ΚΑΝΩΝ ΛΕ΄. Ἐπίσκοπον μὴ τολμᾶν ἔξω τῶν ἑαυτοῦ ὁρῶν χειροτονίας ποιεῖσθαι, εἰς τὰς μὴ ὑποκειμένας αὐτῷ πόλεις, καὶ χώρας. Εἰ δὲ ἐλεγχθείη τοῦτο πεποιηκώς, παρὰ τὴν τῶν κατεχόντων τὰς πόλεις ἐκείνας ἢ τὰς χώρας γνώμην, καθαιρείσθω καὶ αὐτός, καὶ οὓς ἐχειροτόνησεν.

ΚΑΝΩΝ ΛΣΤ΄. Εἴ τις χειροτονηθεὶς Ἐπίσκοπος, μὴ καταδέχοιτο τὴν λειτουργίαν, καὶ τὴν φροντίδα τοῦ λαοῦ τὴν ἐγχειρισθεῖσαν αὐτῷ, τοῦτον ἀφωρισμένον τυγχάνειν, ἕως ἂν καταδέξηται. Ὠσαύτως καὶ Πρεσβύτερος, καὶ Διάκονος. Εἰ δὲ ἀπελθών, μὴ δεχθείη, οὐ παρὰ τὴν ἑαυτοῦ γνώμην, ἀλλὰ παρὰ τὴν τοῦ λαοῦ μοχθηρίαν, αὐτὸς μὲν ἔστω Ἐπίσκοπος, ὁ δὲ κλῆρος τῆς πόλεως ἀφοριζέσθω, ὅτι τοιούτου λαοῦ ἀνυποτάκτου πεδευταὶ οὐκ ἐγένοντο.

ΚΑΝΩΝ ΛΖ΄. Δεύτερον τοῦ ἔτους σύνοδος γινέσθω τῶν Ἐπισκόπων, καὶ ἀνακρινέτωσαν ἀλλήλως τὰ δόγματα τῆς εὐσεβείας, καὶ τὰς ἐμπιπτούσας Ἐκκλησιαστικὰς ἀντιλογίας διαλυέτωσαν, ἅπαξ μὲν τῇ τετάρτῃ ἑβδομάδι τῆς Πεντηκοστῆς, δεύτερον δὲ Ὑπερβερεταίου δωδεκάτῃ.

ΚΑΝΩΝ ΛΗ΄. Πάντων τῶν Ἐκκλησιαστικῶν πραγμάτων ὁ Ἐπίσκοπος ἐχέτω τὴν φροντίδα, καὶ διοικείτω αὐτά, ὡς τοῦ Θεοῦ ἐφορῶντος. Μὴ ἐξεῖναι δὲ αὐτῷ σφετερίζεσθαί τι ἐξ αὐτῶν, ἢ συγγενέσιν ἰδίοις τά του Θεοῦ χαρίζεσθαι. Εἰ δὲ πένητες εἶεν, ἐπιχορηγείτω ὡς πένησιν, ἀλλὰ μὴ προφάσει τούτων, τὰ τῆς Ἐκκλησίας ἀπεμπολείτω.

ΚΑΝΩΝ ΛΘ΄. Οἱ Πρεσβύτεροι, καὶ Διάκονοι, ἄνευ γνώμης τοῦ Ἐπισκόπου μηδὲν ἐπιτελείτωσαν. Αὐτὸς γάρ ἐστιν ὁ πεπιστευμένος τὸν λαὸν τοῦ Κυρίου, καὶ τὸν ὑπὲρ τῶν ψυχῶν αὐτῶν λόγον ἀπαιτησθησόμενος.

ΚΑΝΩΝ Μ΄. Ἔστω φανερὰ τὰ ἴδια τοῦ Ἐπισκόπου πράγματα, (εἶγε καὶ ἴδια ἔχοι) καὶ φανερὰ τὰ Κυριακά, ἵν΄ ἐξουσίαν ἔχῃ, τὰ ἴδια, τελευτῶν ὁ Ἐπίσκοπος, οἷς βούλεται, καὶ ὡς βούλεται, καταλείψαι, καὶ μὴ προφάσει τῶν Ἐκκλησιαστικῶν πραγμάτων διαπίπτειν τὰ τοῦ Ἐπισκόπου, Ἐσθ΄ ὅτε γυναῖκα, καὶ παῖδας κεκτημένου, ἢ συγγενεῖς, ἢ οἰκέτας. Δίκαιον γὰρ παρὰ Θεῷ, καὶ ἀνθρώποις, τὸ, μήτε τὴν Ἐκκλησίαν ζημίαν τινὰ ὑπομένειν ἀγνοίᾳ τῶν τοῦ Ἐπισκόπου πραγμάτων, μήτε τὸν Ἐπίσκοπον, ἢ τοὺς αὐτοῦ συγγενεῖς, προφάσει τῆς Ἐκκλησίας, δημεύεσθαι, ἢ καὶ εἰς πράγματα ἐμπίπτειν τοὺς αὐτῷ διαφέροντας, καὶ τὸν αὐτοῦ θάνατον δυσφημίαις περιβάλλεσθαι.

ΚΑΝΩΝ ΜΑ΄. Προστάσσομεν τὸν Ἐπίσκοπον ἐξουσίαν ἔχειν τῶν τῆς Ἐκκλησίας πραγμάτων. Εἰ γὰρ τὰς τιμίας τῶν ἀνθρώπων ψυχὰς αὐτῷ πιστευτέον, πολλοῦ ἂν δέῃ περὶ τῶν χρημάτων ἐντέλλεσθαι, ὥστε κατὰ τὴν αὐτοῦ ἐξουσίαν πάντα διοικεῖσθαι, καὶ τοῖς δεομένοις διὰ τῶν Πρεσβυτέρων καὶ Διακόνων ἐπιχορηγεῖσθαι μετὰ φόβου Θεοῦ καὶ πάσης εὐλαβείας, μεταλαμβάνειν δὲ καὶ αὐτὸν τῶν δεόντων (εἶγε δέοιτο) εἰς τὰς ἀναγκαίας αὐτοῦ χρείας, καὶ τῶν ἐπιξενουμένων ἀδελφῶν, ὡς κατὰ μηδένα τρόπον αὐτοὺς ὑστερεῖσθαι. Ὁ γὰρ νόμος τοῦ Θεοῦ διετάξατο, τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας ἐκ τοῦ θυσιαστηρίου τρέφεσθαι. Ἐπεῖπερ οὐδὲ στρατιώτης ποτὲ ἰδίοις ὀψωνίοις ὅπλα κατὰ πολεμίων ἐπιφέρεται.

ΚΑΝΩΝ ΜΒ΄. Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, κύβοις σχολάζων, καὶ μέθαις, ἢ παυσάσθω, ἢ καθαιρείσθω.

ΚΑΝΩΝ ΜΓ΄. Ὑποδιάκονος, ἢ Ἀναγνώστης, ἢ Ψάλτης, τὰ ὅμοια ποιῶν, ἢ παυσάσθω, ἢ ἀφοριζέσθω. Ὠσαύτως καὶ Λαϊκός.

ΚΑΝΩΝ ΜΔ΄. Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, τόκους ἀπαιτῶν τοὺς δανειζομένους, ἢ παυσάσθω, ἢ καθαιρείσθω.

ΚΑΝΩΝ ΜΕ΄. Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος αἱρετικοῖς συνευξάμενος, μόνον, ἀφοριζέσθω, εἰ δὲ ἐπέτρεψεν αὐτοῖς, ὡς Κληρικοῖς ἐνεργῆσαι τι, καθαιρείσθω.

ΚΑΝΩΝ ΜΣΤ΄. Ἐπίσκοπον, ἢ Πρεσβύτερον αἱρετικῶν, δεξαμένους Βάπτισμα, ἢ θυσίαν, καθαιρεῖσθαι προστάσσομεν, τὶς γὰρ συμφώνησις Χριστῷ πρὸς βελίαρ; Ἤ τις μερὶς πιστῷ μετὰ ἀπίστου;

ΚΑΝΩΝ ΜΖ΄. Ἐπίσκοπος, ἢ Πρεσβύτερος τὸν κατὰ ἀλήθειαν ἔχοντα βάπτισμα, ἐὰν ἄνωθεν βαπτίσῃ, ἢ τὸν μεμολυσμένον παρὰ τῶν ἀσεβῶν ἐὰν μὴ βαπτίσῃ, καθαιρείσθω, ὡς γελῶν τὸν σταυρόν, καὶ τὸν τοῦ Κυρίου θάνατον, καὶ μὴ διακρίνων ἱερέας ψευδοϊερέων.

ΚΑΝΩΝ ΜΗ΄. Εἴ τις Λαϊκὸς τὴν ἑαυτοῦ γυναῖκα ἐκβαλῶν, ἑτέραν λάβοι, ἢ παρὰ ἄλλου ἀπολελυμένην, ἀφοριζέσθω.

ΚΑΝΩΝ ΜΘ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος κατὰ τὴν τοῦ Κυρίου διάταξιν βαπτίσοι εἰς Πατέρα, καὶ Υἱόν, καὶ ἅγιον Πνεῦμα, ἀλλ΄ εἰς τρεῖς ἀνάρχους, ἢ εἰς τρεῖς υἱούς, ἢ εἰς τρεῖς παρακλήτους, καθαιρείσθω.

ΚΑΝΩΝ Ν΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος μὴ τρία βαπτίσματα μιᾶς μυήσεως ἐπιτελέση, ἀλλὰ ἓν βάπτισμα, τὸ εἰς τὸν θάνατον τοῦ Κυρίου διδόμενον, καθαιρείσθω. Οὐ γὰρ εἶπεν ὁ Κύριος, εἰς τὸν θάνατόν μου βαπτίσατε, ἀλλὰ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος.

ΚΑΝΩΝ ΝΑ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, ἢ ὅλως τοῦ καταλόγου τοῦ Ἱερατικοῦ, γάμου, καὶ κρεῶν, καὶ οἴνου, οὐ δι ἄσκησιν, ἀλλὰ διὰ βδελυρίαν ἀπέχηται, ἐπιλαθόμενος, ὅτι πάντα καλὰ λίαν, καὶ ὅτι ἄρσεν καὶ θῆλυ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἀλλὰ βλασφημῶν διαβάλλοι τὴν δημιουργίαν, ἢ διορθούσθω, ἢ καθαιρείσθω, καὶ τῆς Ἐκκλησίας ἀποβαλλέσθω. Ὠσαύτως καὶ λαϊκός.

ΚΑΝΩΝ ΝΒ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, τὸν ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας οὐ προσδέχεται, ἀλλ΄ ἀποβάλλεται, καθαιρείσθω, ὅτι λυπεῖ Χριστὸν τὸν εἰπόντα, «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοούντι».

ΚΑΝΩΝ ΝΓ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν οὐ μεταλαμβάνει κρεῶν καὶ οἴνου, βδελυσσόμενος, καὶ οὐ δι΄ ἄσκησιν, καθαιρείσθω. Ὡς κεκαυτηριασμένος τὴν ἰδίαν συνείδησιν, καὶ αἴτιος σκανδάλου πολλοῖς γενόμενος.

ΚΑΝΩΝ ΝΔ΄. Εἴ τις Κληρικὸς ἐν καπηλείῳ φωραθείη ἐσθίων, ἀφοριζέσθω. Πάρεξ τοῦ ἐν πανδοχείῳ ἐν ὁδῷ δι΄ ἀνάγκην καταλύοντος.

ΚΑΝΩΝ ΝΕ΄. Εἴ τις Κληρικός, ὑβρίσοι τὸν Ἐπίσκοπον, καθαιρείσθω. Ἄρχοντα γὰρ τοῦ Λαοῦ σου οὐκ ἐρεῖς κακῶς.

ΚΑΝΩΝ ΝΣΤ΄. Εἴ τις Κληρικὸς ὑβρίσοι Πρεσβύτερον, ἢ Διάκονον, ἀφοριζέσθω.

ΚΑΝΩΝ ΝΖ΄. Εἴ τις Κληρικὸς χωλόν, ἢ κωφόν, ἢ τυφλόν, ἢ τὰς βάσεις πεπληγμένον χλευάσοι, ἀφοριζέσθω. Ὠσαύτως καὶ λαϊκός.

ΚΑΝΩΝ ΝΗ΄. Ἐπίσκοπος ἢ Πρεσβύτερος ἀμελῶν τοῦ Κλήρου, ἢ τοῦ λαοῦ, καὶ μὴ παιδεύων αὐτοὺς τὴν εὐσέβειαν, ἀφοριζέσθω, ἐπιμένων δὲ τῇ ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ, καθαιρείσθω.

ΚΑΝΩΝ ΝΘ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, τινὸς τῶν κληρικῶν ἐνδεοῦς ὄντος μὴ ἐπιχορηγοῖ τὰ δέοντα, ἀφοριζέσθω. Ἐπιμένων δέ, καθαιρείσθω, ὡς φονεύσας τὸν ἀδελφὸν αὐτοῦ.

ΚΑΝΩΝ Ξ΄. Εἴ τις τὰ ψευδεπίγραφα τῶν ἀσεβῶν βιβλία, ὡς ἅγια ἐπὶ τῆς ἐκκλησίας δημοσιεύει, ἐπὶ λύμῃ τοῦ λαοῦ, καὶ τοῦ Κλήρου, καθαιρείσθω.

ΚΑΝΩΝ ΞΑ΄. Εἴ τις κατηγορία γένηται κατὰ πιστοῦ, πορνείας, ἢ μοιχείας, ἢ ἄλλης τινὸς ἀπηγορευμένης πράξεως, καὶ ἐλεγχθείη, εἰς κλῆρον μὴ προαγέσθω.

ΚΑΝΩΝ ΞΒ΄. Εἴ τις Κληρικὸς διὰ φόβον ἀνθρώπινον, Ἰουδαίου, ἢ Ἕλληνος, ἢ Αἱρετικοῦ, ἀρνήσηται, εἰ μὲν τὸ ὄνομα τοῦ Χριστοῦ, ἀποβαλλέσθω, εἰ δὲ τὸ ὄνομα τοῦ Κληρικοῦ, καθαιρείσθω. Μετανοήσας δέ, ὡς Λαϊκὸς δεχθήτω.

ΚΑΝΩΝ ΞΓ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, ἢ ὅλως τοῦ καταλόγου τοῦ Ἱερατικοῦ, φάγῃ κρέα ἐν αἵματι ψυχῆς αὐτοῦ, ἢ θηριάλωτον, ἢ θνησιμαῖον, καθαιρείσθω. Τοῦτο γὰρ ὁ Νόμος ἀπεῖπεν. Εἰ δὲ Λαϊκὸς εἴη, ἀφοριζέσθω.

ΚΑΝΩΝ ΞΔ΄. Εἴ τις Κληρικὸς εὑρεθῇ τὴν Κυριακὴν ἡμέραν νηστεύων, ἢ τὸ Σάββατον, πλὴν τοῦ ἑνὸς μόνον, καθαιρείσθω. Εἰ δὲ Λαϊκός, ἀφοριζέσθω.

ΚΑΝΩΝ ΞΕ΄. Εἴ τις Κληρικός, ἢ Λαϊκὸς εἰσέλθοι εἰς συναγωγὴν Ἰουδαίων, ἢ αἱρετικῶν προσεύξασθαι, καὶ καθαιρείσθω, καὶ ἀφοριζέσθω.

ΚΑΝΩΝ ΞΣΤ΄. Εἴ τις κληρικὸς ἐν μάχῃ τινὰ κρούσας, καὶ ἀπὸ τοῦ ἑνὸς κρούσματος ἀποκτείνας, καθαιρείσθω διὰ τὴν προπέτειαν αὐτοῦ. Ἐὰν δὲ Λαϊκός, ἀφοριζέσθω.

ΚΑΝΩΝ ΞΖ΄. Εἴ τις παρθένον ἀμνήστευτον βιασάμενος ἔχοι, ἀφοριζέσθω. Μὴ ἐξεῖναι δὲ αὐτῷ ἑτέραν λαμβάνειν, ἀλλ΄ ἐκείνην κατέχειν, ἢν καθηρετίσατο, κἂν πενιχρὰ τυγχάνῃ.

ΚΑΝΩΝ ΞΗ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος δευτέραν χειροτονίαν δέξηται παρά τινος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, εἰ μή γε ἄρα συσταίη, ὅτι παρὰ Αἱρετικῶν ἔχει τὴν χειροτονίαν. Τοὺς γὰρ παρὰ τῶν τοιούτων βαπτισθέντας, ἢ χειροτονηθέντας, οὔτε πιστούς, οὔτε κληρικοὺς εἶναι δυνατόν.

ΚΑΝΩΝ ΞΘ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, ἢ Ὑποδιάκονος, ἢ Ἀναγνώστης, ἢ Ψάλτης, τὴν ἁγίαν Τεσσαρακοστὴν οὐ νηστεύει, ἢ Τετράδα, ἢ Παρασκευήν, καθαιρείσθω. Ἐκτὸς εἰμὴ δι΄ ἀσθένειαν σωματικὴν ἐμποδίζοιτο. Ἐὰν δὲ λαϊκὸς ᾖ, ἀφοριζέσθω.

ΚΑΝΩΝ Ὁ΄. Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, ἢ ὅλως τοῦ καταλόγου τῶν Κληρικών, νυστεύοι μετὰ Ἰουδαίων, ἢ ἐορτάζοι μετ΄ αὐτῶν, ἢ δέχοιτο παρ΄ αὐτῶν τὰ τῆς ἑορτῆς ξένια, οἷον ἄζυμα, ἤ τι τοιοῦτο, καθαιρείσθω, εἰ δὲ Λαϊκὸς εἴη, ἀφοριζέσθω.

ΚΑΝΩΝ ΟΑ΄. Εἴ τις Χριστιανὸς ἔλαιον ἀπενέγκοι εἰς ἱερὸν ἐθνῶν, ἢ εἰς συναγωγὴν Ἰουδαίων ἐν ταῖς ἑορταῖς αὐτῶν, ἢ λύχνους ἅπτοι, ἀφοριζέσθω.

ΚΑΝΩΝ ΟΒ΄. Εἴ τις Κληρικός, ἢ Λαϊκός, ἀπὸ τῆς ἁγίας ἐκκλησίας ἀφέληται κηρόν, ἢ ἔλαιον, ἀφοριζέσθω, καὶ τὸ ἐπίπεμπτον προστιθέτω μεθ΄ οὐ ἔλαβεν.

ΚΑΝΩΝ ΟΓ΄. Σκεῦος χρυσοῦν, ἢ ἀργυροῦν ἁγιασθέν, ἢ ὀθόνην, μηδεὶς ἔτι εἰς οἰκείαν χρῆσιν σφετεριζέσθω, παράνομον γάρ. Εἰ δὲ τὶς φωραθείη, ἐπιτιμάσθω ἀφορισμώ.

ΚΑΝΩΝ ΟΔ΄. Ἐπίσκοπον κατηγορηθέντα ἐπὶ τίνι, παρὰ ἀξιοπίστων ἀνθρώπων, καλεῖσθαι αὐτὸν ἀναγκαῖον ὑπὸ Ἐπισκόπων, κἂν μὲν ἀπαντήση καὶ ὁμολογήσῃ, ἢ ἐλεγχθείη, ὁριζέσθω τὸ ἐπιτίμιον. Ἐὰν δὲ καλούμενος μὴ ὑπακούση, καλείσθω καὶ δεύτερον, ἀποστελλομένων ἐπ΄ αὐτὸν δύω Ἐπισκόπων. Ἐὰν δὲ καὶ οὕτω μὴ ὑπακούση, καλείσθω καὶ τρίτον, δύω πάλιν Ἐπισκόπων ἀποστελλομένων πρὸς αὐτόν, ἐὰν δὲ καὶ οὕτω καταφρονήσας, μὴ ἀπαντήση, ἡ σύνοδος ἀποφαινέσθω κατ΄ αὐτοῦ τὰ δοκοῦντα, ὅπως μὴ δόξῃ κερδαίνειν φυγοδίκων.

ΚΑΝΩΝ ΟΕ΄. Εἰς μαρτυρίαν τὴν κατὰ Ἐπισκόπου, αἱρετικὸν μὴ προσδέχεσθαι, ἀλλὰ μηδὲ πιστὸν ἕνα μόνον, ἐπὶ στόματος γὰρ δύω, ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.

ΚΑΝΩΝ ΟΣΤ΄. Ὅτι οὐ χρῇ τὸν Ἐπίσκοπον τῷ ἀδελφῷ, ἢ τῷ υἱῷ, ἢ τῷ συγγενεῖ χαριζόμενον, εἰς τὸ ἀξίωμα τῆς Ἐπισκοπῆς χειροτονεῖν ὃν βούλεται, κληρονόμους γὰρ τῆς Ἐπισκοπῆς ποιεῖσθαι, οὐ δίκαιον, τὰ τοῦ Θεοῦ χαριζόμενον πάθει ἀνθρωπίνῳ, οὐ γὰρ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν ὑπὸ κληρονόμους ὀφείλει τιθέναι. Εἰ δέ τις τοῦτο ποιήσει, ἄκυρος μενέτω ἡ χειροτονία, αὐτὸς δὲ ἐπιτιμάσθω ἀφορισμῷ.

ΚΑΝΩΝ ΟΖ΄. Εἴ τις ἀνάπηρος ἢ τὸν ὀφθαλμόν, ἢ τὸ σκέλος πεπληγμένος, ἄξιος δέ ἐστιν ἐπισκοπῆς, γενέσθω. Οὐ γὰρ λώβη σώματος αὐτὸν μιαίνει, ἀλλὰ ψυχῆς μολυσμός.

ΚΑΝΩΝ ΟΗ΄. Κωφὸς δὲ ὤν, καὶ τυφλός, μὴ γινέσθω Ἐπίσκοπος, οὐχ΄ ὡς μεμιασμένος, ἀλλ΄ ἵνα μὴ τὰ Ἐκκλησιαστικὰ παρεμποδίζοιτο.

ΚΑΝΩΝ ΟΘ΄. Ἐάν τις δαίμονα ἔχῃ, Κληρικὸς μὴ γενέσθω, ἀλλὰ μηδὲ τοῖς πιστοῖς συνευχέσθω. Καθαρισθεὶς δὲ προσδεχέσθω, καὶ ἐὰν ᾗ ἄξιος, γινέσθω.

ΚΑΝΩΝ Π΄. Τὸν ἐξ ἐθνικοῦ βίου προσελθόντα, καὶ βαπτισθέντα, ἢ ἐκ φαύλης διαγωγῆς, οὐ δίκαιόν ἐστι πάραυτα προχειρίζεσθαι Ἐπίσκοπον. Ἄδικον γάρ, τὸν μηδέπω πεῖραν ἐπιδειξάμενον, ἑτέρων εἶναι διδάσκαλον, εἰμή που κατὰ Θείαν χάριν τοῦτο γένηται.

ΚΑΝΩΝ ΠΑ΄. Εἴπομεν, ὅτι οὐ χρῇ Ἐπίσκοπον, ἢ Πρεσβύτερον καθιέναι ἑαυτὸν εἰς δημοσίας διοικήσεις, ἀλλὰ προσευκαιρεῖν ταῖς Ἐκκλησιαστικαῖς χρείαις. Ἢ πειθέσθω οὖν τοῦτο μὴν ποιεῖν, ἢ καθαιρείσθω. Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν, κατὰ τὴν Κυριακὴν παρακέλευσιν.

ΚΑΝΩΝ ΠΒ΄. Οἰκέτας εἰς κλῆρον προχειρίζεσθαι ἄνευ τῆς τῶν δεσποτῶν γνώμης, οὐκ ἐπιτρέπομεν, ἐπὶ λύπῃ τῶν δεσποτῶν τῶν κεκτημένων, οἴκων γὰρ ἀνατροπὴν τὸ τοιοῦτον ἐργάζεται. Εἰ δέ ποτε καὶ ἄξιος φανείη οἰκέτης πρὸς χειροτονίαν βαθμοῦ, οἷος καὶ ὁ ἡμέτερος Ὀνήσιμος ἐφάνη, καὶ συγχωρήσωσιν οἱ δεσπόται, καὶ ἐλευθερώσωσι, καὶ τοῦ οἴκου ἐξαποστείλωσι, γινέσθω.

ΚΑΝΩΝ ΠΓ΄. Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, στρατείᾳ σχολάζων, καὶ βουλόμενος ἀμφότερα κατέχειν, Ῥωμαϊκὴν καὶ ἱερατικὴν διοίκησιν, καθαιρείσθω. Τὰ γὰρ Καίσαρος, Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ.

ΚΑΝΩΝ ΠΔ΄. Εἴ τις ὑβρίσοι βασιλέα, ἢ ἄρχοντα παρὰ τὸ δίκαιον, τιμωρίαν τιννύτω. Καὶ εἰ μὲν κληρικὸς καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.

ΚΑΝΩΝ ΠE΄. Ἔστω ὑμῖν πᾶσι Κληρικοῖς, καὶ Λαϊκοῖς βιβλία σεβάσμια καὶ ἅγια, τῆς μὲν Παλαιᾶς Διαθήκης, Μωϋσέως πέντε: Γένεσις, Ἔξοδος, Λευϊτικόν, Ἀριθμοί, Δευτερονόμιον, Ἰησοῦ Ναυῆ ἕν, Κριτῶν ἕν, Ῥοὺθ ἕν, Βασιλειῶν τέσσαρα, Παραλειπομένων τῆς βίβλου τῶν ἡμερῶν δύω, Ἔσδρα δύω, Ἐσθὴρ ἕν, Μακκαβαίων τρία, Ἰὼβ ἕν, Ψαλτήριον ἕν, Σολομῶντος τρία: Παροιμίαι, Ἐκκλησιαστὴς καὶ Ἆσμα Ἀσμάτων, Προφητῶν δώδεκα, ἓν Ἡσαΐου, ἓν Ἱερεμίου, ἓν Ἰεζεκιήλ, Δανιὴλ ἕν, ἔξωθεν δὲ ὑμῖν προσιστορείσθω μανθάνειν ὑμῶν τοὺς νέους, τὴν Σοφίαν τοῦ πολυμαθοῦς Σειράχ. Ἡμέτερα δὲ τουτέστι τῆς Καινῆς Διαθήκης, Εὐαγγέλια τέσσαρα: Ματθαίου, Μάρκου, Λουκᾶ καὶ Ἰωάννου, Παύλου ἐπιστολαὶ δεκατέσσαρες, Πέτρου ἐπιστολαὶ δύω, Ἰωάννου ἐπιστολαὶ τρεῖς, Ἰακώβου μία, Ἰούδα μία, Κλήμεντος ἐπιστολαὶ δύω. Καὶ αἱ διαταγαὶ ὑμῖν τοῖς Ἐπισκόποις δι΄ ἐμοῦ Κλήμεντος ἐν ὀκτὼ βιβλίοις προσπεφωνημέναι, (ἂς οὐ χρῇ δημοσιεύειν ἐπὶ πάντων διὰ τὰ ἐν αὐταῖς μυστικά) καὶ αἱ Πράξεις ἡμῶν τῶν Ἀποστόλων.
πηγή:egolpion.com

Ο Ναός μας εξωτερικά

Κυριακή στην Ενορία - Αφιέρωμα στον Ι.Ν. Αγίων Αντωνίου & Χαραλάμπους εις Κρύα Ιτεών Πατρών

ΕΘΝΙΚΟΣ ΥΜΝΟΣ - Εξωτερικά πλάνα Ναού

Ο ΝΑΟΣ ΜΑΣ ΕΞΩΤΕΡΙΚΑ (παλαιότερο video)


Θείες Λειτουργίες εβδομάδος

Θείες Λειτουργίες εβδομάδος
Κυριακή 14/4, Πέμπτη 18/4 (Προηγιασμένη), Παρασκευή προς Σάββατο 19/4 προς 20/4 (Αγρυπνία Ακαθίστου Ύμνου)

Λαμπρὰ Ἐγκαίνια τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀντωνίου στὴν περιοχὴ Κρύα Ἰτεῶν Πατρῶν

Λαμπρὰ Ἐγκαίνια τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀντωνίου στὴν περιοχὴ Κρύα Ἰτεῶν Πατρῶν
Καντε κλικ στη φωτογραφία για να εμφανισθεί το θέμα

Ἐτελέσθησαν τὰ θυρανοίξια στὸν νεόδμητο Ἱερὸ Ναὸ τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου στὰ Κρύα Ἰτεῶν

Ἐτελέσθησαν τὰ θυρανοίξια στὸν νεόδμητο Ἱερὸ Ναὸ τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου στὰ Κρύα Ἰτεῶν
Καντε κλικ στη φωτογραφία για να εμφανισθεί το θέμα

συνταγή για Πρόσφορο

συνταγή για Πρόσφορο
Καντε κλικ στο πρόσφορο και διαβάστε

Πώς θα βρείτε το Ναό μας

Ασματική Ακολουθία Οσίου Πατρός Αντωνίου του Μεγάλου

Ασματική Ακολουθία Οσίου Πατρός Αντωνίου του Μεγάλου
Καντε κλικ στην εικόνα για να την κατεβάσετε

Ασματική Ακολουθία Αγίου Ιερομάρτυρος Χαραλάμπους

Ασματική Ακολουθία Αγίου Ιερομάρτυρος Χαραλάμπους
Καντε κλικ στην εικόνα για να την κατεβάσετε