Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu


Αναζήτηση θεμάτων ιστολογίου

Συναξάριον


Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΜΑΣ κ.κ. ΧΡΥΣΟΣΤΟΜΟΣ

Ο ΘΕΟΦΙΛΕΣΤΑΤΟΣ ΕΠΙΣΚΟΠΟΣ ΚΕΡΝΙΤΣΗΣ κ. ΧΡΥΣΑΝΘΟΣ

Χαιρετισμοί προς την Υπεραγία Θεοτόκο

Χαιρετισμοί προς την Υπεραγία Θεοτόκο
Καντε κλικ στην εικόνα της Παναγίας και διαβάστε τους

Ακολουθία της Θείας Μεταλήψεως

Ακολουθία της Θείας Μεταλήψεως
Καντε κλικ στην φωτογραφία και διαβάστε

Η Ακολουθία του Μικρού Αποδείπνου από την Ι.Μ. Ομπλού

Η Ακολουθία του Μικρού Αποδείπνου από την Ι.Μ. Ομπλού
Καντε κλικ στην εικόνα για να δείτε το Video

Συμβουλές πριν από την Εξομολόγηση και τη Θεία Κοινωνία

Συμβουλές πριν από την Εξομολόγηση και τη Θεία Κοινωνία
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Πριν τον Γάμο...

Πριν τον Γάμο...
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Δυο λόγια για τη βάπτιση του παιδιού σας

Δυο λόγια για τη βάπτιση του παιδιού σας
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Πότε και πώς νηστεύομε;

Πότε και πώς νηστεύομε;
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Το σημείο του Σταυρού

Το σημείο του Σταυρού
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Blog Archive

Από το Blogger.
English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified
Related Posts Plugin for WordPress, Blogger...
Πέμπτη 29 Σεπτεμβρίου 2016
Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF

ΤΗ Α´ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ

Ἐπιτελοῦμεν τὴν Σύναξιν τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας τῆς ἐπικαλουμένης 
Γοργοϋπηκόου.

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τό Κύριε ἐκέκραξα ψάλλομεν τὰ ἑπόμενα στιχηρὰ Προσόμοια.

Ἦχος α´. Πανεύφημοι Μάρτυρες.

Κροτήσωμεν σήμερον φαιδρῶς, Ἑορτὴν ὑπέρλαμπρον, τὴν Θεοτόκον δοξάζοντες, τὴν ἀναβλύζουσαν, δωρεῶν ἀΰλων, κρουνηδὸν τὰς χάριτας, τοῖς πίστει ἀῤῥαγεῖ ἀνακράζουσι· Γοργοϋπήκοε, σὺ εἶ σκέπη καὶ ἀσφάλεια, τῶν τιμώντων, τὴν θείαν Εἰκόνα Σου.

Πηγὴ ἰαμάτων δαψιλής, πέτρα θεολάξευτος, ὡς ἀληθῶς ἀναδέδεικται, ἡ ἡλιόμορφος, Ἄχραντε Εἰκών Σου, ὡς νέκταρ ἀθάνατον, ὡς μάννα ψυχοτρόφον παρέχουσα, Γοργοϋπήκοε, τῆς ἀφάτου εὐσπλαγχνίας Σου, τοῖς αἰτοῦσι, τὴν θείαν ἐνέργειαν.

Λυχνία φωτὸς τοῦ πατρικοῦ, ὡς νεφέλην πάμφωτον, ζωοδωρήτως ἐφήπλωσας, τὰς τῆς Εἰκόνος Σου, ἀΰλους ἀκτῖνας, δι᾿ ὧν κἀμοῦ φώτισον, τὰ ὄμματα θερμῶς ἀνεβόα Σοι, Γοργοϋπήκοε, ὁ παιδεύσει Σου γενόμενος, τῆς σῆς δόξης, κῆρυξ διαπρύσιος.

Ὡς πρύτανιν Κόρη καὶ φρουρόν, ὡς λιμένα ἄκλυστον, Δοχειαρίου σὲ εὕρατο, Μονὴ ἡ ἔνδοξος· ὅθεν εὐχαρίστως, μέλπει τῶν θαυμάτων Σου, τὴν χάριν Θεοτόκε τὴν ἄφθονον, καὶ πόθῳ κράζει Σοι· Εὐμενὲς οὖς τεῖνε πάντοτε, τοῖς σοῖς δούλοις, ὡς Γοργοϋπήκοος.

Δόξα. Καὶ νῦν. Ἦχος α´.

Τῆς ἀῤῥήτου οὐσίας τὸ τέμενος, τὴν Θεοχώρητον παστάδα, ἐξ ἧς ὁ Λόγος ὡμοιώθη βροτοῖς, τὴν Θεοτόκον Μαρίαν, χαρμονικῶς ὑμνήσωμεν αὕτη γὰρ κατ ἐξαίρετον τρόπον, ἀρωγὸς ἡμῶν καὶ κηδεμών, ὡς ἀψευδῶς ἐπηγγείλατο ἀναδέδεικται· ὅθεν καὶ τὸν ὁλοφαῆ αὐτῆς χαρακτῆρα, κεκαθαρμέναις ἐννοίαις προσκυνοῦντες, σὺν τῷ Δαβὶδ βοήσωμεν· Δεδοξασμένα ἐλαλήθη πανταχοῦ, περὶ τῆς θείας Εἰκόνος Σου, Γοργοϋπήκοε Δέσποινα· ἰαμάτων γὰρ βλυστάνει ποταμούς, καὶ λυτροῦται πάσης θλίψεως, τοὺς ὀρθοδόξως προσιόντας Σοι.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.

Ἦχος Β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Χάρις ζωαρχική, ὡς δρόσος προϊοῦσα, ἐκ τῆς Μορφῆς Σου Κόρη, ἀρδεύει καὶ εὐφραίνει, τὰς αὔλακας τῆς Ποίμνης Σου.

Στιχ.: Ἄκουσον Θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου·

Ὤ βάθους Σου Ἁγνή, προνοίας ἀνεκφράστου! Σὺ γὰρ γοργῶς ἀκούειν, ἐνθέως ἀπεφήνω, τῶν ἐπιβοωμένων Σε.

Στιχ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Στέφανον χρυσαυγές, Μονὴ Δοχειαρίου, τὴν Σὴν λαμπρὰν Εἰκόνα, Παρθένε κεκτημένη, ἀγάλλεται τῇ δόξῃ Σου.

Δόξα.

Λόγος ὁ τοῦ Πατρός, ἐν σοὶ κατασκηνώσας, Πνεύματος ἐπελεύσει, ἑστιάν Σε δεικνύει, ζωῆς Γοργοϋπήκοε.

Καὶ νῦν.

Πλήρου διαπαντός, Θεογεννῆτορ Κόρη, τὴν Σὴν ἐπαγγελίαν, καὶ φύλαξ ἡμῶν ἔσο, καὶ βοηθὸς ἐν θλίψεσι.


Νῦν ἀπολύεις. Τρισάγιον.


Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Ὡς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων Σου, τὴν θαυματουργόν Σου Εἰκόνα Θεοτόκε πλουτίσαντες, ἐκ ταύτης τῶν θαυμάτων τὰς ῥοάς, ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ· σὺ γὰρ Γοργοϋπήκοος βοηθός, πέλεις τῶν ἐκβοώντων Σοι· Δόξα τοῖς σοῖς χαρίσμασιν Ἁγνή· δόξα τῇ παρθενίᾳ Σου· δόξα τῇ πρὸς ἡμᾶς Σοῦ ἀνεκφράστῳ προνοίᾳ Ἄχραντε.


Καί Ἀπόλυσις.



ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος Ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα.ἱστῶμεν Στ. η´, καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ Προσόμοια.


Ἦχος α´. Ὤ τοῦ παραδόξου θαύματος!

Ὤ τοῦ παραδόξου θαύματος! ὡς λαμπὰς θεαυγῆς, ἡ Εἰκὼν ἡ ἄχραντος, ἐδείχθη περιφανῶς, τῆς Θεομήτορος. Ἀστράφθητι οὖν φαιδρῶς, ἡ κληρουχία Αὐτῆς ἡ ἀπόλεκτος, φαιδρύνθητι εὐσεβῶς, Δοχειαρίου Μονὴ ἀνακράζουσα· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ Κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος. (δίς)

Βαβαί, τῶν σῶν θαυμασίων Ἁγνή! δι᾿ ὧν καταρδεύεις, ἐμφα-νῶς τὸν κλῆρόν Σου, καὶ σῴζεις διαπαντός, τοὺς προσιόντας Σοι· κρατῆρα γὰρ δαψιλῆ, τῆς οὐρανίου χρηστότητος ἔδειξας, Εἰκόνα Σου τὴν λαμπράν, ὕδωρ ζωῆς τοῖς βοῶσι προῤῥέουσαν, Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ Κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.

Τὴν Σήν, δοξάζομεν πρόνοιαν, Θεομῆτορ Κόρη, οἱ οἰκτροὶ ἱκέται Σου, τρυφῶντες τῶν παρὰ Σοῦ, Θεουργικῶν ἀγαθῶν, ὑπέρμαχος γὰρ ἡμῶν, καὶ προμηθεὺς καὶ δοτὴρ ἀπειρόδωρος, ἐδείχθης ὡς συμπαθής, Γοργοϋπήκοε τῶν ἐκβοώντων Σοι· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ Κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.


Ἕτερα Στιχηρὰ Προσόμοια.

Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς σκηνὴ ἡ ὑπέρτιμος, ἡ ἀνήροτος ἄμπελος, ὥσπερ κλῆμα εὔφορον καὶ ἀείζωον, Δοχειαρίου ἐξέτεινεν, Αὐτῆς τὴν Ἐμφέρειαν, τῷ Σεμνείῳ εὐκλεῶς, τῶν θαυμάτων τοὺς βότρυας, ἀναθάλλουσαν, τοῖς ἐκ πόθου βοῶσι τῇ Παρθένῳ· Σὺ εἶ ἡμῶν ἡ Προστάτις, Γοργοϋπήκοε Δέσποινα. (δίς)

Ὡς ἐλαία κατάκαρπος, ἡ Εἰκών Σου ἡ πάνσεπτος, Κόρη ἐγεώργηται ὡς ηὐδόκησας, τῆς θεϊκῆς ἱλαρότητος, τὸ πλούσιον ἔλεος, ἀποστάζουσα ἀεί, τοῖς προστρέχουσι πάντοτε, τῇ πρεσβείᾳ Σου, καὶ τὴν Σὴν ὀξυτάτην προστασίαν, ἐν κινδύνοις ἐκζητοῦσι, Γοργοϋπήκοε Ἄχραντε.

Ἱλαστήριον ἔμψυχον, ἰατρεῖον ἀδάπανον, πλοῦτος ἀναφαίρετος πάσης δόσεως, Γοργοϋπήκοε πέφηνας, ταχέως προφθάνουσα, τοῖς καλοῦσί Σε θερμῶς, καὶ κινδύνων τοὺς δούλους Σου, διασῴζουσα, καὶ κατ’ ὄναρ Παρθένε φαινομένη, καὶ καθ᾿ ὕπαρ παραδόξως, χαρᾶς πληροῖς τοὺς ὑμνοῦντάς Σε.


Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´.

Σήμερον εὐσήμου ἑορτῆς ὑπόθεσις, ἡ τῶν θαυμάτων Σου ἔλλαμψις, Θεοτόκε ἐπέστη· σὺ γὰρ ὡς τοῦ Ἀδαμιαίου γένους σωτηρία, καὶ ἀγαθότητος πέλαγος, αὐτεπαγγέλτως ὤφθης ἡμῖν, ὀξυτάτη ἀντίληψις, καὶ εὐεπήκοος βοηθός. Τί οὖν ἀξίως Σοι προσκομίσωμεν, ἀνθ᾿ ὧν τρυγῶμεν ἀπείρων δωρεῶν Σου; ἑτοίμην γὰρ ἀρωγόν, ἐν τῷ βίῳ Σε εὑράμεθα, καὶ ὡς ἐλπίδος ἄγκυραν, τὰς ἐπαγγελίας Σου κεκτημένοι, διασῳζόμεθα. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, κηρύττομεν τὴν εὐεργεσίαν, καὶ ἀναξίοις χείλεσι τὴν Σὴν ἁγίαν προσκυνοῦντες Εἰκόνα, φαιδρῶς βοῶμέν Σοι· Ἔργον τοῦτο τῆς προνοίας Σου Δέσποινα, ὃ κατειργάσω πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.


Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.


Της Ἐξόδου τὸ Ἀνάγνωσμα.

Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, λέγων· Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, στήσεις τὴν Σκηνὴν τοῦ μαρτυρίου· καὶ θήσεις τὴν Κιβωτὸν τοῦ μαρτυρίου· καὶ σκεπάσεις αὐτὴν τῷ καταπετάσματι· καὶ εἰσοίσεις τὴν τράπεζαν, καὶ τὴν λυχνίαν· καὶ θήσεις τὸ θυμιατήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾷν, ἐναντίον τῆς Σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπιθήσεις το κάλυμμα τοῦ καταπετάσματος ἐπὶ τὴν θύραν τῆς Σκηνῆς τοῦ μαρτυρίου· καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος· καὶ χρίσεις τὴν Σκηνήν, καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἔσται ἁγία· καὶ ἁγιάσεις τὸ θυσιαστήριον καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωϋσῆς ὅσα ἐνετείλατο οὕτω Κύριος, οὕτως ἐποίησε· καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν Σκηνὴν τοῦ μαρτυρίου· καὶ δόξης Κυρίου, ἐπλήσθη ἡ Σκηνὴ τοῦ μαρτυρίου· καὶ οὐκ ἠδύνατο Μωσῆς εἰσελθεῖν εἰς τὴν Σκηνὴν τοῦ μαρτυρίου· ὅτι ἐπεσκίασεν αὐτὴν ἡ νεφέλη· καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή.


Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα.

Ἐξῆλθε Μωσῆς εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ· ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου· καὶ ὁρᾷ ὅτι ἡ βάτος καίεται πυρί, καὶ οὐ καταφλέγεται· εἶπε δὲ Μωσῆς; Παρελθὼν ὄψομαι τὸ ὅραμα τούτο τὸ μέγα, τί ὅτι οὐ κατακαίεται ἡ βάτος; ὡς δὲ εἶδε Κύριος ὅτι προάγει τοῦ ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ τῆς βάτου λέγων· Μωσῆ, Μωσῆ· ὁ δὲ εἶπε· τί ἐστι Κύριε; ὁ δὲ Κύριος εἶπε· μὴ ἐγγίσας ᾧδε, λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν Σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστι· καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός Σου Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ· ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ· ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· εἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθήν, καὶ πολλήν, εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα.


Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 27 & 44, 1-4)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ' αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.


Εἰς τὴν Λιτήν, Ἰδιόμελα.

Ἦχος α´.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ Δοχειαρίου Μονή, καὶ μυστικῶς ἑστιάθητι, ἐκ τῶν παρθενικῶν ἡδυσμάτων· ἰδοὺ γάρ, ἡ τοῦ ὑπερουσίου ὄμβρου νεφέλη, καὶ ἀῤῥαγὴς τῶν Χριστιανῶν ἐλπίς, τῆς προμηθείας ἑαυτῆς ἀῤῥήτῳ εὐδοκία, διαπετάσασα τὰς πτέρυγας, ὡς σκηνὴν σὲ κατεκάλυψεν ὅθεν καὶ τὸ φωτοεῖδες Αὐτῆς Ἐκτύπωμα, ὡς πέτραν Πνευματοφόρον, καὶ στάμνον χρυσήλατον, ἐν σοὶ ἐθησαύρισεν ἐξ ἧς τῶν οἰκτιρμῶν ἀρυομένη τὸ νᾶμα, πρὸς εὐφροσύνην τὰς κύκλῳ Μονὰς κάλεσον, τῇ τῆς σοφίας φωνῇ βοῶσα· Ἔλθετε καὶ φάγετε ἐκ τῶν ἀδαπανήτων ἀγαθῶν, ὧν ἐν ἐμοὶ ἡ Παρθένος ἡτοίμασεν. Ἀλλ᾿ ὦ Γοργοϋπήκοε Θεοτόκε, μὴ ἀντανέλῃς ἀφ᾿ ἡμῶν, τὴν ἐναργῆ κηδεμονίαν Σου· σὲ γὰρ σωτηρίας κρηπῖδα οἱ δοῦλοι Σοῦ ἔχομεν.

Ἦχος β´.

Ὡς βάτος πυρφόρος, ἀΰλῳ λαμπομένη φωτί, ἡ ὑλική Σου Μορφή, Γοργοϋπήκοε πρόκειται ἡμῖν· ἐν αὐτῇ γὰρ προσιόντες, τῆς σῆς φωτοδοσίας τὴν ἔλλαμψιν, ὡς δι᾿ ἐσόπτρου μυούμεθα. Ὢ τοῦ θαύματος! ὑπερφερὲς ἱλαστήριον, τῇ σῇ ἐπισκιάσει, ταύτην εἰργάσω· ἐν αὐτῇ γὰρ ψυχῶν αὐτουργεῖται καινισμός, καὶ σωμάτων ἴασις, τῶν πιστῶς λιτανευόντων Σε.

Ἦχος γ´.

Τίς λαλήσει τὰ μεγαλεῖά Σου Δέσποινα; ἢ τίς ἀκουστὰς ποιήσει, τὰς αἰνέσεις τῆς δόξης Σου; οὐ μόνον γὰρ τῷ τῇ τραπέζῃ διακονοῦντι, φιλανθρώπως ἔνευσας, καὶ τῷ ξένῳ Σοῦ θαύματι, εὐπειθῆ τοῦτον κατέστησας, ἀλλὰ καὶ τῆς Ἱερᾶς ταύτης Μάνδρας, οἰακοστρόφος ἀσφαλής, φιλοστόργως πέφηνας. Ὄντως πηγὴ ζωαρχική, καὶ βυθὸς ὑπερχειλής, φιλανθρωπίας πέφυκας. Τυφλοῖς γὰρ ἐχαρίσω τὸ ὁρᾶν, παρειμένους ἠνώρθωσας, καὶ ἀγόνους καλλιγόνους ἔδειξας· τὴν γὰρ ἀγαθώνυμόν Σου κλῆσιν, τοῖς ἔργοις βεβαιοῦσα, ἑτοίμη εὑρίσκῃ βοήθεια, τοῖς πᾶσιν ὡς Γοργοϋπήκοος.

Ἦχος δ´.

Τῆς ἀῤῥήτου εὐδοκίας τοῦ Θεοῦ, φωτοφανὲς ὄχημα, ἀναδειχθεῖσα Μαριάμ, ὡς ξύλον ζωῆς ηὐδόκησας, φανῆναι ἡμῖν ἡ Εἰκών Σου· ἐξ ἧς τοὺς ψυχοτρόφους τρυγῶντες καρπούς, εὐχαρίστως βοῶμέν Σοι· Χαῖρε κιβωτὲ πάγχρυσε; τοῦ ὑπερουσίου ἁγιάσματος, τοῦ βλυστάνοντος ἡμῖν διὰ Σοῦ ἁγιασμῶν καὶ λύτρωσιν. Χαῖρε λαβὶς πυρσοβόλος, ἡ καθαιροῦσα ἡμᾶς, τῇ τῶν κρειττόνων, μεταδώσει. Χαῖρε προστασία ἄμαχε, καὶ Γοργοϋπήκοε ἀρωγὴ τῶν δούλων Σου· ὧν τῇ δεήσει συμπαθὲς οὖς κλῖνον, καὶ σῶσον ἡμᾶς Πανύμνητε, πάσης ὀργῆς καὶ θλίψεως.


Δόξα. Καὶ νῦν.

Δεῦτε δὴ καὶ κυκλώσατε, καὶ Δαβιτικῶς περιλάβετε, τὴν Δοχειαρίου εὐαγῆ Μονὴν ἐν αὐτῇ γὰρ ὑπερφυῶς, ἡ τοῦ ἐλέους Μήτηρ, τὰς πλουτοποιοὺς αὐτῆς ἐνεργείας, ἐμφανεστέρας δείκνυσι πιστοῖς· τὸ γὰρ Ἱερὸν αὐτῆς Ἐκτύπωμα, θησαυρὸν εὐεργεσίας, εἰς περιποίησιν ἡμῶν ἀπειργάσατο· ὅθεν τῆς Παρθενικῆς, γευσάμενοι χρηστότητος, ὁμοφώνως εἴπωμεν Γοργοϋπήκοε Κόρη, μὴ ἐλλείπῃς φρουρεῖν ἡμᾶς, ἐν ταῖς τοῦ βίου περιστάσεσι, καὶ παρέχειν ἡμῖν, τὰ πρὸς σωτηρίαν αἰτήματα.


Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.

Χαίροις, τῶν ἀγαθῶν ἡ πηγή, τῆς εὐσπλαγχνίας τὸ ἀκένωτον πέλαγος, νεφέλη ἡ ζωηφόρος, ἡ γλυκασμὸν ἀληθῆ, τοῖς κεκακωμένοις ἐπομβρίζουσα· τυφλῶν ἡ ἀνάβλεψις, παραλύτων ἀνόρθωσις, χειμαζόμενων, ἀσφαλὴς χειραγώγησις, λιμὴν ἄκλυστος, τῶν ἐν ζάλῃ καὶ θλίψεσι. Κόρη Γοργοϋπήκοε, νοσούντων τὸ ἴαμα, τοῦ Σιλωὰμ Κολυμβήθρα, τῆς ἀτεκνίας ἡ λύτρωσις· Χριστοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.

Χαίρει, Δοχειαρίου Μονή, οἷάπερ στέφος τιμαλφὲς χρυσοκόλλητον, τὸν ἔνσωμον Χαρακτῆρα τῆς σῆς ἀχράντου Μορφῆς, ἀναδησαμένη Παντευλόγητε· ἐντεῦθεν τῆς δόξης Σου, καρπουμένη τὴν ἔλλαμψιν, τὰς πρωτοδότους, διαδόσεις Σου δέχεται, ὡς ἀθάνατον, μετουσίαν κραυγάζουσα· Σκέπη μου καὶ ὑπέρμαχος, τροφεύς τε καὶ ἔφορος, ὡς συμπαθῶς ἐπηγγείλω, ἔσο Παρθένε Πανάμωμε, ἀεὶ δωρουμένη, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος,

Στίχ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ὅλη, πανευμενὴς καὶ λαμπρά, θεουργικαῖς μαρμαρυγαῖς ἐξαστράπτουσα, ἐφίστασαι ἀοράτως, τοῖς ἐν κινδύνους Ἁγνή, ἐπιβοωμένοις τὸ σὸν ὄνομα, καὶ πάσιν ἐπίσκεψις, καὶ ταχεῖα ἀνάῤῥωσις, ἀεὶ εὑρίσκῃ, τοῖς ἐκ πόθου βοῶσί Σοι, τὰ τοῦ ᾌσματος, ἁγιόφθογγα ῥήματα· δεῖξον ἡμῖν τὴν ὄψιν Σου, καιρῷ τῷ τῶν θλίψεων, ὡς θυμηδίας ἡμέραν, καὶ τὴν φωνήν Σου ἀκούτισον, ὡς ἔνθεον λύτρον, καὶ παράκλησιν γλυκεῖαν, Γοργοϋπήκοε.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.

Δεῦτε ἅπαντες πιστοί, τὰ παμφαῆ μεγαλεῖα, τῆς Θεοτόκου δοξάσωμεν ὡς γὰρ πύλη τοῦ ἀΰλου φωτός, πρὸς ἀποῤῥήτων ἀναβάσεων μύησιν, ἀνάγει καὶ εἰσάγει, τοὺς ἐντρυφῶντας ἐν τοῖς θαύμασιν Αὐτῆς. Ἐλλαμφθῶμεν οὖν ταῖς φρεσίν, οἱ τῷ φωτὶ Αὐτῆς πορευόμενοι· ἰδοὺ γὰρ παραγίνεται, ἑνὶ ἑκάστῳ χορηγοῦσα, ἀγαθοποιοὺς δωρεάς. Ὁ ἔμψυχος οὐρανός, ἡ χρυσοφαὴς λυχνία, ὁ ἐπηρμένος τοῦ Δεσπότου Θρόνος, ἡ περίβλεπτος καὶ περιώνυμος πόλις, ἐν ᾖ τὸ ἀκατάληπτον μυστήριον, τῆς τοῦ Λόγου κενώσεως τετέλεσται, εἰς ἀνάπλασιν ἡμῶν , καὶ ζωὴν αἰώνιον.


Νῦν ἀπολύεις. Τρισάγιον.


Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Ὡς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων Σου, τὴν θαυματουργόν Σου Εἰκόνα Θεοτόκε πλουτίσαντες, ἐκ ταύτης τῶν θαυμάτων τὰς ῥοάς, ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ· σὺ γὰρ Γοργοϋπήκοος βοηθός, πέλεις τῶν ἐκβοώντων Σοι· Δόξα τοῖς σοῖς χαρίσμασιν Ἁγνή· δόξα τῇ παρθενίᾳ Σου· δόξα τῇ πρὸς ἡμᾶς Σοῦ ἀνεκφράστῳ προνοίᾳ Ἄχραντε.


Ἀπόλυσις καὶ ἡ λοιπὴ Ἀκολουθία τῆς Ἀγρυπνίας.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


ΜΕΤΑ ΤΗΝ Α´ ΣΤΙΧΟΛΟΓΙΑΝ


Καθίσματα. Ἦχος Α·. Τὸν τάφον Σου Σωτήρ.

Ὡς πύργον ἀσφαλῆ, ὡς ἐλπίδος κρηπῖδα, καὶ ἔφορον ζωῆς, καὶ κρουνῶν συμπαθείας, τὴν θείαν Σου προμήθειαν, Θεομῆτορ κτησάμενοι, μεγαλύνομεν, τὴν Σὴν ἀνείκαστον χάριν, καὶ γεραίρομεν, Γοργοϋπήκοε Κόρη, τὰ θεῖά Σου θαύματα.

Δόξα. Καὶ νῦν.

Ὡς ὤφθης μυστικῶς, λειτουργῷ τῷ τραπέζης, καὶ τοῦτον εὐπειθῆ, ξενοτρόπως εἰργάσω, οὕτως ἡμῖν ἐμφάνηθι, ὡς ὑπέσχου Πανάμωμε, καὶ καταύγασον, τὸν νοῦν ἡμῶν τοῦ εἰδέναι, καὶ πληροῦν ἀεί, τὰ τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, ἐντάλματα Ἄχραντε.


ΜΕΤΑ ΤΗΝ Β´ ΣΤΙΧΟΛΟΓΙΑΝ


Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη ἀληθῶς, τῶν Μοναζόντων ὁ χορός, τὸν ἀόμματον ἰδών, ὀμματωθέντα ὑπὲρ νοῦν, τῇ προϊούσῃ ἐκ τῆς Εἰκόνος Σου ἐνεργείᾳ· ὅθεν τὴν λαμπράν, μεγαλουργίαν Σου, πόθῳ ἀκλινεῖ, Ἁγνὴ ἐδόξασε, καὶ ὡς πυρσὸν τὰς σὰς ἐπαγγελίας, πεπλουτηκὼς ἀνακράζει Σοι· Μεγάλη ὄντως, ἡ πρὸς ἡμᾶς Σοῦ, Γοργοϋπήκοε προμήθεια.

Δόξα. Καὶ νῦν. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τῆς εὐσπλαγχνίας Σου, πλοῦτον τὸν ἄπειρον, καὶ τῶν θαυμάτων Σου, βυθὸν τὸν ἄμετρον, τίς ἀνυμνήσει ὡς εἰκός, Παρθένε δεδοξασμένη; Σὺ γὰρ ὡς φιλόστοργος, ἀναβλύζεις τοῖς πέρασι, τῆς εὐεργεσίας Σου, τὰ γλυκύῤῥοα νάματα, καὶ σῴζεις συμφορῶν καὶ κινδύνων, τοὺς σοὺς ἱκέτας Γοργοϋπήκοε.


ΜΕΤΑ ΤΟΝ ΠΟΛΥΕΛΕΟΝ


Κάθισμα. Ἦχ. πλ. δ´. Τὸ προσταχθέν.

Τὸ προσταχθὲν ὑπὸ Σοῦ μὴ ἐκπεράνας, ὁ τῆς τραπέζης λειτουργὸς Θεογεννῆτορ, τῆς σῆς δόξης πεπείραται καὶ ἔγνω, Σοῦ τὴν χάριν ὦ πλήρους χρηστότητάς Σου θείας φωνῆς! ἀπαύστως γὰρ προνοεῖσθαι ὡς ἀγαθή, ἐπηγγείλω Πανύμνητε, τῶν σοὶ βοώντων πιστῶς, Ἁγνὴ Γοργοϋπήκοε· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δόξα. Καὶ νῦν, τὸ αὐτό.


ΟΙ ΑΝΑΒΑΘΜΟΙ.


Τὸ Α΄ ἀντίφωνον τοῦ δ´ Ἤχου

Προκείμενον: Ἄκουσον θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σοῦ καὶ ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.

Στίχ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.


Ἐκ τοῦ κατὰ Λουκᾶν Ἀγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.


Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη, καὶ εἶπεν: Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσαν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.



Μετὰ τὸν Ν´ ψαλμόν.


Δόξα. Ἦχος β΄

Σήμερον εὐσήμως κροτοῦντες, τῶν σῶν θαυμάτων τὰς δυναστείας, βοῶμέν Σοι Πανύμνητε· Γοργοϋπήκοος ὑπέρμαχος, τῇ λογικῇ Σου ἔσο Μάνδρα, μέχρι τερμάτων βίου δεόμεθα.


Καὶ νῦν, τὸ αὐτό.


Στίχ.: Ἐλεῆμον, ἐλέησόν μὲ ὁ Θεός… καὶ τὸ ἰδιόμελον.

Ἦχος πλ. β΄.

Σήμερον ὁ Ἁγιώνυμος Ἄθως, τὸ ἐμφανὲς τῆς Θεοτόκου Ὄρος, προφητικῶς σταλαξάτω γλυκασμόν, καὶ ῥηξάτω εὐφροσύνην, ἡ γὰρ ἔφορος αὐτοῦ καὶ πρύτανις καὶ σκέπη, ἡ μόνη Ἀειπάρθενος, εἰς εὐφημίαν πρόκειται. Ὅθεν καὶ τῶν εὐεργετικῶν Αὐτῆς δυνάμεων, τὰς ἀκτῖνας ἁπλώσασα, καταπυρσεύει τοὺς κράζοντας· Φύλαξον ἡμᾶς, Γοργοϋπήκοε Ἄνασσα· Ἰδοὺ γὰρ ὡς νοσσία τῇ σῇ σκέπῃ προστρέχομεν, καὶ διὰ Σοῦ σωθῆναι ἐλπίζομεν.


Ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν Σου…


ΟΙ ΚΑΝΟΝΕΣ

Ὁ α΄ κανών μετὰ τῶν εἱρμῶν εἰς η΄, καὶ ὁ β´ εἰς στ΄.


Κανὼν Πρῶτος. Οὗ ἡ ἀκροστιχίς:

Γοργοϋπηκόου τὴν χάριν αἰνέσω. Γερασίμου.


Ὠδὴ α΄.

Ἦχος α´. Ὁ εἱρμός. Ἀνοίξω τὸ στόμα μου.

Γαλήνης τὸν πρύτανιν, Γοργοϋπήκοε τέξασα, εἰρήνην καὶ ἄφεσιν, βλύσον μοι ἄνωθεν, καὶ καταύγασον, τὸν νοῦν μου Θεοτόκε, ὡς ἄν Σοι ἐπάξιον, μέλψω ἐφύμνιον.

Ὁ πλήρης τῆς δόξης Σου, ζωαρχικώτατος Ἄχραντε, χειμάῤῥους ἀπέσταξε, τῇ σῇ Εἰκόνι τερπνῶς· ὅθεν πάντοτε, πηγὰς ζωοδωρήτους, βλυστάνει τῇ ποίμνῃ Σου, Γοργοϋπήκοε.

Ῥημάτων Σου Δέσποινα, μὴ συνιεὶς τὸ ἐπάγγελμα, ὁ ἤδη γευσάμενος, τῆς σῆς παιδεύσεως, ἀναδέδεικται, αὐτόπτης καὶ θεράπων, τῆς αὐτεπαγγέλτου Σου, ἐπισκιάσεως.

Γνωστῶς τεθεάμεθα, ὡς ὁ Μωσῆς ὁ θεόληπτος, τὴν Σὴν φωτοφάνειαν, ὥσπερ ἐν βάτῳ πυρός, κατ᾿ ἐνώπιον, τῆς θείας Σου Εἰκόνος, ἑστῶτες καὶ ψάλλοντες, τὰς δυναστείας Σου.

Κανὼν Δεύτερος.

Οὗ ἡ Ἀκροστιχίς:

Σὺ εἶ Γοργοϋπήκοε ἡμῶν σκέπη. Γερασίμου.

Ὠδὴ α΄.

Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.

Σωτηριώδους εὐδοκίας Ἄχραντε, καὶ ἀποῤῥήτου βουλῆς, θησαυρὸς ἐδείχθης, ὡς καλὴ καὶ ἄμωμος· ὅθεν σκήνωμα πάγκαλον, τοῦ ἀΰλου φωτός Σου, τὸ σὸν εἰργάσω Ἐκτύπωμα, αἴγλην ἀπαυγάζον χρηστότητος.

Ὑπερεκβλύζει ὡς πηγὴ ἀκένωτος, θαυματοβρύτους ῥοάς, Κεχαριτωμένη, μόνη Παντευλόγητε, ἡ θεαυγὴς Ἐμφέρεια, τῆς ἀχράντου Μορφῆς Σου, καὶ καταρδεύει ταῖς χάρισι, Κόρη τὸν ἀπόλεκτον κλῆρόν Σου.

Ἐπαγγελίας ὁσημέραι Δέσποινα, τῆς πρὸς ἡμᾶς Σου Ἁγνή, τὰς ἀγαθοδότους, δωρεὰς δρεπόμενοι, ἑόρτιόν Σοι αἴνεσιν, κατὰ χρέος κροτοῦμεν, καὶ χαρμοσύνως γεραίρομεν, τὰ ὑπερφυῆ Σου θαυμάσια.

Στερoτύπως ἡ φαιδρὰ Ἐμφέρεια, τῆς σῆς Εἰκόνος Ἁγνή, ἀφανῶς γραφεῖσα, ἐμφανῶς ἐξέλαμψεν, ὥσπερ σελήνη πάμφωτος, καὶ ἠὼς γλυκύτατη, ἐν τῇ Μονῇ ὡς ηὐδόκησας, τοῦ Δοχειαρίου Πανάμωμε.

Καταβασία. Ἀνοίξω τὸ στόμα μου.


Ὠδὴ γ´.

Κανὼν Πρῶτος·

Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.

Ὁ λόγος Σου ἴαμα ἐδείχθη, ὡς δρόσος Ἁγνὴ ἑωθινή, τῷ παιδευθέντι Δέσποινα, τῇ ῥάβδῳ τῶν κριμάτων Σου· τὸ γὰρ ὁρᾶν ἀπέλαβε, καὶ τὴν Σὴν χάριν ἐκήρυττεν.

Ἐφάψασα οἵα περ λυχνίαν, ἑπτάφωτον ὄντως καὶ λαμπράν, τὴν ἱερὰν Εἰκόνα Σου, φωταγωγεῖς τοῖς θαύμασι, τὴν Ἐκκλησίαν ἅπασαν, Γοργοϋπήκοε Δέσποινα.

Πλήρης ἀγαθῶν πλήρης ἐλπίδος, πλήρης εὐσπλαγχνίας καὶ στοργῆς, ἡ θεία Σοῦ ὑπόσχεσις, πέλει Γοργοϋπήκοε, τοῖς ἀφορῶσι πάντοτε, τῇ ἀρωγῇ τῆς προνοίας Σου.

Ἡ χάρις τῆς θείας Σου Εἰκόνος, διέδραμεν ὥσπερ ἀστραπή, εἰς τὰ τοῦ κόσμου πέρατα, ἀῤῥώστους θεραπεύουσα, καὶ τὰς ἀτέκνους Ἄχραντε, εὐτέκνους ἀποδεικνύουσα.

Κανὼν Δεύτερος· Ὁ στερεώσας κατ ἀρχάς.

Γνόφῳ ἀΰλῳ καλυφθείς, τῆς θείας ἐπισκοπῆς σου, ὁ αὐτήκο-ος τῶν σῶν προσρημάτων, πορθμευτὴς διαφανής, τῆς πρὸς ἡμᾶς Σου γέγονεν, ἀμάχου προστασίας, Παρθένε Γοργοϋπήκοε.

Οἱ ὀφθαλμοί Σου γραφικῶς, ὡς Ἐσεβὼν δύο λίμναι, οἰκτιρμῶν πεπληρωμένοι ὁρῶνται, καὶ τὰ χείλη Σου Ἁγνή, ὥσπερ σπαρτίον κόκκινον, εἰρήνην αἰωνίαν, Γοργοϋπήκοε φθέγγονται.

Ῥαγεῖσα Κόρη μυστικῶς, τῇ ῥάβδῳ τῆς χάριτός Σου, ὡς τερπνὴ καὶ πνευματέμφορος πέτρα, ἡ ἁγία Σου Εἰκών, ὡς ὕδωρ ζῶν ἁλλόμενον, ἰάσεων τὰ ῥεῖθρα, , ἀναβλυστάνει τοῖς πέρασι.

Γέρας καὶ στέφος χρυσαυγές, τὸ σὸν Ὁμοίωμα Κόρη, ἡ Μονὴ Δοχειαρίου πλουτοῦσα, εἰς ὀσμὴν μύρων τῶν σῶν, ἀπαύστως προσανέχουσα, τῷ πόθῳ καρδιοῦται, τῆς σῆς θερμῆς ἀγαπήσεως.

Καταβασία: Τοὺς σοὺς ὑμνολόγους.


Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Πιστῶν καταφύγιον, ἁμαρτανόντων λιμήν, στειρῶν ἀπολύτρωσις, καὶ ἀσθενῶν ἰατήρ, ἐδείχθης Πανύμνητε· σὺ γὰρ τοὺς τῶν πενήτων, στεναγμοὺς δεχομένη, φέρεις γοργῶς εἰς πέρας, τὰς ἡμῶν παρακλήσεις· διὸ Γοργοϋπήκοε ὑμνοῦμεν τὴν δόξαν Σου.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.


Ὠδὴ δ´.

Κανών Πρῶτος.

Ὁ Εἱρμός. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.

Κῆπον κεκλεισμένον καὶ εὐθαλῆ, τῇ σῇ ἐπομβρίᾳ ἀνέδειξας, Δοχειαρίου, τὸ Σεμνεῖον ἀληθῶς, ἐν ᾧ ὡς ξύλον εὔκαρπον, Κόρη τὴν Εἰκόνα Σου ἤνεγκας.

Ὅλη ὡραιώθη Σου ὑπὲρ χρυσόν, ἡ ἡλιοστάλακτος ὄψις Σου, ἀχράντῳ κάλλει, καὶ τὰ χείλη Σου Ἁγνή, σμύρναν καὶ κρόκον στάζουσιν, ὡς βρέφος Θεὸν ἀσπασάμενα.

Οὖς Σου τὸ φιλάγαθον καὶ συμπαθές, κλῖνον εὐμενέστατον Ἄχραντε, ὡς ἐλεήμων, ἱκετῶν Σου ταῖς φωναῖς, τῶν προσκυνούντων πάντοτε, τὸν φωτοειδῆ Χαρακτῆρά Σου.

Ὑπὲρ τὰ ἀρώματα πάντα τῆς γῆς, ἢ τῶν ἱματίων Σου δέδεικται, ὀσμὴ Παρθένε, δυσωδίαν τῶν παθῶν, καὶ νοσημάτων βόρβορον, ἐκ τῶν προσιόντων ἐλαύνουσα.

Κανὼν Δεύτερος. Σύ μου ἰσχὺς Κύριε.

Ὄμμα τερπνόν, καὶ οἴκτου θείου ἀνάπλεων, Θεοτόκε, ὡς Γοργοϋπήκοος, τῷ προσεδρεύοντι ἀκλινῶς, τῇ σεπτῇ Μορφῇ Σου, κλίνασα τούτου κατηύγασας, τὰς κόρας τῶν ὀμμάτων, διατόρως βοῶντος, τῶν θαυμάτων Σου Κόρη τὸ μέγεθος.

Ὑπερχειλής, καὶ διαυγὴς καὶ ἀδάπανος, Θεομῆτορ, ἃ κρατὴρ ὁ ἄϋλος, τῶν ψυχοτρόφων Σου δωρεῶν, ἐξ οὗ οἱ ἀντλοῦντες, κορέννυνται εὐφραινόμενοι· καλῶν γὰρ θημωνιά, καὶ τρυφῆς χορηγία, ἀναδέδειξαι Γοργοϋπήκοε.

Πηγὴ ζωῆς, Παράδεισος θεοφύτευτος, ἀναθάλλων, κύπρον νάρδον κάλαμον, κιννάμωμόν τε ἀειθαλές, καὶ κρίνα καὶ ῥόδα, Γοργοϋπήκοε πέφηνας· αἱ γὰρ ἀποστολαί Σου, ὥσπερ αὔρα πραεῖα, ἀνακτῶνται Ἁγνὴ τοὺς ἐκλείποντας.

Ἤρθη Ἁγνή, καὶ ὑπὲρ ἥλιον ἔλαμψε, σῆς Εἰκόνος, ἡ μεγαλοπρέπεια, καὶ τῆς σῆς δόξης πλήρης ἡ γῆ· τὸ γὰρ ὄνομά Σου, ἐντρύφημα καὶ μελέτημα, εὑροῦσα πᾶσα γλῶσσα, ἐκβοᾷ Σοι τὰ χαῖρε, καρπουμένη πταισμάτων συγχώρησιν.

Καταβασία: Τὴν ἀνεξιχνίαστον θείαν βουλήν...



Ὠδὴ ε΄.

Κανὼν Πρῶτος.

Εἱρμός. Ἐξέστη τὰ σύμπαντα.

Τὸ ὄρος τὸ ἅγιον, καὶ πῖον καὶ κατάσκιον, τὴν ἐσφραγισμένην θείαν πύλην, τοῦ ἐξ ἀνάρχου Πατρὸς ἐκλάμψαντος, τὴν Θεοχαρίτωτον Ἁγνήν, πάντες ἀνυμνήσωμεν, ὡς ἡμᾶς διασῴζουσαν.

Ἡγίασται Ἄχραντε, καὶ ἀληθῶς δεδόξασται, τῇ ἐπιφοιτήσει τῆς σῆς δόξης, ὁ τῆς Μορφῆς Σου Χαρακτὴρ ἔνσωμος, καὶ καταφαιδρύνει εὐκλεῶς, ἀοράτοις λάμψεσι, τὴν ἀπόλεκτον Ποίμνην Σου.

Νοσοῦσιν ἀνάῤῥωσιν, τυφλώττουσιν ἀνάβλεψιν, τοῖς χειμαζομένοις εὐπλοΐαν, καὶ αἰχμαλώτοις ταχεῖαν λύτρωσιν, Κόρη πρυτανεύεις ἐσαεί, ὡς Γοργοϋπήκοος, τοῖς φωνοῦσι τὴν κλῆσίν Σου.

Χορεύει τῇ δόξῃ Σου, καὶ τέρπεται Θεόνυμφε, τοῦ Δοχειαρίου τὸ Σεμνεῖον, οἷα παστὰς γάρ, καὶ φωτοφόρος νυμφών, κέκτηται ὡς νύμφην νοητήν, τὴν σεπτὴν Εἰκόνα Σου, κοσμουμένην τοῖς θαύμασε.

Κανὼν Δεύτερος. Ἵνα τί μὲ ἀπώσω.

Καρδιῶν τεθλιμμένων, ὡς στειρευουσῶν Σὺ παράκλησις γέγονας, Κεχαριτωμένη, πρυτανεῖον ἀῤῥήτων δυνάμεων, αἱ γὰρ προσπεσοῦσαι, τῇ παναχράντῳ Σου Εἰκόνι, ἀπαιδείας τὸ ὄνειδος ἔφυγον.

Οὐρανόθεν φανεῖσα, Κόρη ἐν ὁράματι οἷάπερ Ἄνασσα, τῶν ὑποζυγίων, ἀπεκάλυψας τὴν ἀποσύλησιν, τοῖς μετὰ δακρύων, καὶ στεναγμῶν αἰτησαμένοις, τὴν θερμήν Σου Παρθένε ἀντίληψιν.

Ἐκ γαστρός Σου τεκοῦσα, Δεξιὰν Πανάμωμε Πατρὸς τὴν σύνθρονον, ὡς Υἱὸν καὶ Λόγον, ἑνωθέντα παχύτητι σώματος, παμφαὴς ὡράθης, γυναίῳ Κόρη τῷ ἀλγοῦντι, καὶ τὴν χεῖρα αὐτοῦ ἐθεράπευσας.

Ἤκουσας τῶν ῥημάτων, ὡς Γοργοϋπήκοος τοῦ δεομένου Σου, καὶ αὐτῷ ἐνδίκως, ἐφανέρωσας τὸν ὑπεξάραντα, ἀπανθρώπῳ γνώμῃ, Παρθενομῆτορ τὰ οἰκεῖα· ὅθεν θάμβους πλησθείς Σε ἐδόξαζεν.

Καταβασία: Ἐξέστη τὰ σύμπαντα...


Ὠδὴ στ´.

Κανὼν πρῶτος.

Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον.

Ἀγεωργήτως βλαστήσασα, τὸν τρέφοντα τὰ πάντα χρηστότητι, ὡς βότρυν πέπειρον, θεοπρεπῶς ἐγεώργησας, ἡμῖν τὴν Σὴν Εἰκόνα, Γοργοϋπήκοε.

Ῥήσεις τῶν θείων χειλέων Σου, ἡμῖν ἅς ἀπεφήνω Πανάμωμε, διακατέχοντες, ὥσπερ πυρσὸν ἀσφαλέστατον, τὰ κύματα τοῦ βίου, εὐπλόως τρέχομεν.

Ἰδοὺ Ἁγνὴ κεχαρίτωται, τὸ εἶδος τῆς Μορφῆς Σου ὡς Λίβανος, καὶ ὡς περίοπτον, τοῦ Ἀερμὼν ὄρος δείκνυται, σταλάζον τοῖς ἐν κόσμῳ, δρόσον οὐράνιον.

Νέκταρ ζωῆς ὑπερκόσμιον, ὡς πόμα εὐφροσύνης ἀείζωον, νέμεις ἑκάστοτε, τοῖς ὡς πηγὴ τῇ Εἰκόνι Σου, χαρίτων προσιοῦσι, Γοργοϋπήκοε.

Ἀρτοποιοῦσα τὴν χάριν Σου, πυρὶ τῷ δροσοβόλῳ τοῦ Πνεύματος, Γοργοϋπήκοε, καθάπερ Μήτηρ φιλόστοργος, ἐκτρέφεις καὶ εὐφραίνεις, τὴν δὲ τὴν Μάνδραν Σου.

Κανὼν Δεύτερος.

Μύρον Παρθένε τὸ ζῶν, ὑπερφυῶς σωματώσασα, ἀλάβαστρον νοητόν, τὴν θείαν Εἰκόνα Σου, τῇ Ποίμνῃ Σου ἔδειξας, δωρεῶν ποικίλων, τὴν ὀσμὴν ἀρωματίζουσαν.

Ὡραία Σου ἡ Μορφή, ἡ ὄψις Σου γαληνόμορφος, τὸ ὄμμα Σου ἱλαρόν, τὸ στόμα μελίῤῥυτον, ὅλη εὐπροσήγορος, ὅλη φωτοφόρος, ἡ Εἰκών Σου ὤφθη Ἄχραντε.

Ναμάτων ζωοποιῶν, τὸν ποταμὸν ἀναβλύζουσα, ξηραίνεις διὰ παντός, νοσημάτων βόρβορον, καὶ ἀγόνων στείρωσιν, λύεις καὶ κινδύνων, διασῴζεις τοὺς καλοῦντάς Σε.

Συμπάθειαν μητρικήν, Γοργοϋπήκοε ἔχουσα, ἐπέστης αὐτοφανῶς, καὶ τὸν παῖδα ἔσωσας, ὢ τῆς προμηθείας Σου! τῆς αἰχμαλωσίας, προφανῶς τοῦτον φωνήσασα.

Καταβασία: Τὴν θείαν ταύτην.


Κοντάκιον.

Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ Στρατηγῷ.

Τῇ ἀρωγῇ Σου Θεοτόκε καταφεύγοντες, ὡς εἰς λιμένα γαληνότατον σῳζόμεθα, ἐκ κινδύνων πολυτρόπων καὶ νοσημάτων· σὺ γὰρ ὤφθης βοηθὸς Γοργοϋπήκοος, τοῖς πιστῶς προσπτυσσομένοις τὴν Εἰκόνα Σου, καὶ βοῶσί Σοι· Χαῖρε κόσμου ἀντίληψις.

Ὁ Οἶκος.

Ἄνωθεν ἀοράτως, ἐπιστᾶσα Παρθένε, ὥσπερ ἀγαθὴ εὐηγγελίσω, τῇ δὲ τῇ θεολέκτῳ Μονῇ, ἔφορον εἶναί Σε Γοργοϋπήκοον διό Σου τὸ ἐξαίρετον τῆς προνοίας ὑμνοῦντες βοῶμεν Χαῖρε, δι᾿ ἧς ὁ Θεὸς σαρκοῦται· χαῖρε, δι᾿ ἧς ὁ ἐχθρὸς νεκροῦται. Χαῖρε, τοῦ φθαρέντος Ἀδὰμ ἡ ἀνάπλασις· χαῖρε, τῶν ἱδρώτων τῆς Εὔας ἀνάπαυσις. Χαῖρε, ὕψος ἀθεώρητον εὐσπλαγχνίας θεϊκῆς· χαῖρε, βάθος. ἀνεξάντλητον χάριτος ζωαρχικῆς. Χαῖρε, ὅτι ἐδείχθης ποταμὸς ἰαμάτων· χαῖρε, ὅτι τυγχάνεις θησαυρὸς χαρισμάτων. Χαῖρε, πολλῶν νοσούντων ὑγίανσις· χαῖρε, στείρων ταχεῖα ἐκλύτρωσις, Χαῖρε, Μονῆς Δοχειαρίου σκέπη· χαῖρε, παντὸς Ἄθω Ὄρους προστάτες. Χαῖρε, κόσμου ἀντίληψις.


Συναξάριον.

Μὴν Ὀκτώβριος, ἔχων ἡμέρας ΛΑ´. Ἡ ἠμέρα ἔχει ὥρας ΙΑ´, καὶ ἡ νῦξ ὥρας ΙΓ´. Τῇ α΄ τοῦ αὐτοῦ μηνός, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Γοργοϋπηκόου, τῆς εὑρισκομένης ἐν τῇ ἱερᾷ Μονῇ Δοχειαρίου τοῦ Ἁγίου Ὄρους.


Στίχοι:

Γοργῶς τῆς φωνῆς εἰσακούειν Παρθένε,

ἡμῶν μὴ ἐλλείπῃς τῶν σοὶ ἀφορώντων.


Ἡ θαυματουργὸς αὕτη καὶ περίφημος τῆς Θεοτόκου Εἰκών, ἧς τὴν Σύναξιν ἑορτάζομεν, ἀπόκειται ἐν τῇ κατὰ τὸν Ἁγιώνυμον Ἄθω Ἱερᾷ Μονῇ τοῦ Δοχειαρίου, ἔχει δὲ ἡ ὑπόθεσις ὡς ἑξῆς:

Ἐπὶ τοῦ ἀνατολικοῦ τοίχου τῆς κοινῆς τῶν Πατέρων τῆς Μονῆς τραπέζης καὶ ὡς εἰσερχόμεθα εἰς αὐτὴν δεξιά, ἢν τίς Εἰκὼν τῆς Ὑπεραγίας Θεοτόκου ἀπὸ ἀδήλων ἐτῶν ἐζωγραφισμένη. Παράδοσίς τις διήκουσα διὰ τῶν πλέον σεβαστῶν Πατέρων τῆς Μονῆς, ἀνάγει Αὐτὴν ἐπὶ τῆς ἐποχῆς τοῦ Ἁγίου Νεοφύτου τοῦ καὶ Κτίτορος τῆς Ἱερᾶς ταύτης Μονῆς χρηματίσαντος. Πάντως ἀνήκει εἰς παλαιὰν ἐποχήν, ἀλλ’ ἡ θεία πρόνοια διαφύλαξε ταύτην ἐκ τοῦ πανδαμάτορος χρόνου σώαν καὶ ἀβλαβῆ μετὰ τῶν χαρακτήρων ἀναλλοιώτων, ὥστε νὰ φανῇ εἰς τοὺς ἐσχάτους χρόνους δεδοξασμένη καὶ θαυματουργός, καὶ τῆς Ἱερᾶς ταύτης Μονῆς ἀντιλήπτωρ καὶ κυβερνήτις καὶ προστάτις ἑτοίμη, ὡς Αὕτη παραδόξῳ τρόπῳ ὑπέσχετο.

Ἔμπροσθεν λοιπὸν τῆς ἐν λόγῳ πανσέπτου Εἰκόνος ἦτο διάδρομος, δι᾿ οὗ διήρχοντο οἱ Πατέρες εἰσερχόμενοι εἰς τὴν τράπεζαν καὶ ἰδίᾳ ὁ ἑκάστοτε τραπεζοκόμος πρὸς ἐκτέλεσιν τῆς ὑπηρεσίας τοῦ· μάλιστα δὲ διερχόμενος πολλάκις ἐν καιρῷ, νυκτὸς ἐκράτει συνήθως δᾷδας ἀνημμένας πρὸς φωτισμὸν τοῦ.

Κατὰ τὸ σωτήριον ἔτος ἀπὸ Χριστοῦ 1664 ἦτο τραπεζοκόμος ἀδελφός τις Νεῖλος ὀνόματι, ὅστις διερχόμενος ἔμπροσθεν τῆς Ἁγίας Εἰκόνος μὲ τὰς συνήθεις ἀνὰ χεῖρας δᾷδας, ἤκουσε τὰ ἑξῆς· Ἄλλοτε νὰ μὴ διέλθῃς ἐντεῦθεν μὲ δᾷδας, καπνίζων τὴν ἐμὴν Εἰκόνα. Ἀλλ᾿ οὗτος μὴ ἐννοήσας ὅτι ἡ φωνὴ προέρχεται ἐκ τῆς Εἰκόνος, ὑπολαβὼν ὅτι ἀδελφὸς τίς κεκρυμμένος πλησίον που πειράζει αὐτόν, ἐξηκολούθει ὡς καὶ πρότερον τὸ ἔργον τοῦ. Παρελθουσῶν οὕτω πολλῶν ἡμερῶν, καθ᾿ ἢν ὥραν ἡ πρώτη φωνὴ ἠκούσθη, ἤκουσε καὶ αὔθις φωνῆς φθεγγομένης πρὸς αὐτὸν τοιαῦτα· Ὦ μοναχὲ ἀμόναχε, ἕως πότε ἀνευλαβῶς καὶ ἀτίμως θὰ καπνίζῃς τὴν ἐμὴν Μορφήν; Καὶ σὺν τῇ φωνῇ, ἀορασίᾳ αὐτὸν ἐπάταξεν. Ὡς δὲ κατελήφθη ὑπὸ τῆς ὀφθαλμίας, τότε ἐμνήσθη καὶ τῆς προλαβούσης φωνῆς, καὶ ἐγνώρισεν, ὅτι δικαίως πλέον ἔπαθε, καθότι παρήκουσεν ἐξ ἀπροσεξίας τῆς ἐντολῆς τῆς Κυρίας Θεοτόκου.

Πρωΐας δὲ γενομένης εὗρον αὐτὸν οἱ ἀδελφοὶ πρηνῆ καὶ τυφλὸν κείμενον ἐπὶ τοῦ ἐδάφους τοῦ διαδρόμου, ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ πληροφορηθέντες παρ’ αὐτοῦ τὰ καθ᾿ ἕκαστα μετὰ φόβου καὶ εὐλαβείας διήρχοντο ἔκτοτε ἐκεῖθεν, κρεμάσαντες δὲ ἐπὶ τῆς Εἰκόνος κανδήλαν ἀκοίμητον, διέταξαν τὸν νέον ἤδη τραπεζοκόμων νὰ θυμιᾷ Αὐτὴν μετὰ πάσης εὐλαβείας καθ’ ἑκάστην ἑσπέραν. Ὁ δὲ τυφλωθεὶς Νεῖλος δεν ἠθέλησε πλέον ν᾿ ἀπομακρυνθῇ ἐκεῖθεν, ἀλλ’ ἐν στασιδίῳ παρέμενεν ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν παρεκάλει μετὰ θερμῶν δακρύων τὴν Ὑπεραγίαν Θεοτόκον νὰ συγχωρήση ὡς συμπαθέστατη Μήτηρ τοῦ Θεοῦ Λόγου καὶ μεσίτρια τοῦ ἀνθρωπίνου γένους τὴν ἐξ ἀπροσεξίας ἁμαρτίαν τοῦ, καὶ ὡς σημεῖον τῆς ἀφέσεως νὰ χαρίσῃ αὐτῷ το φῶς τῶν ὀφθαλμῶν τοῦ. Ἀλλ’ ὅμως δεν ἐψεύσθη τῶν χρηστῶν ἐλπίδων διότι ἡ πηγὴ τῆς εὐσπλαγχνίας καὶ ταχίστη ἀντίληψις τῶν θλιβομένων, ἡ Κυρία Θεοτόκος, κλίνασα φιλάνθρωπον οὖς, ὑπήκουσεν εὐμενῶς τῆς συντετριμμένης αὐτοῦ καρδίας καὶ ἐν μια τῶν ἡμερῶν ἀπεκάλυψεν εἰς αὐτὸν τὰ ἑξῆς, φωνήσασα ἐκ τρίτου ἐκ τῆς Εἰκόνος οὕτως· Ὦ Μοναχέ, εἱσηκούσθη ἡ δέησίς σου πρὸς μέ, καὶ ἔσο συγχωρημένος καὶ βλέπων ὡς τὸ πρότερον ἀνάγγειλον δὲ καὶ τοῖς λοιποῖς ἐνασκουμένοις πατράσι καὶ συναδέλφοις Σου, ὅτι ἐγὼ εἶμαι ἡ Μήτηρ τοῦ Θεοῦ Λόγου, καὶ μετὰ Θεὸν τῆς Ἱερᾶς ταύτης Μονῆς τῶν Ἀρχαγγέλων σκέπη καὶ βοήθεια καὶ κραταιὰ προστασία, προνοουμένη ὑπὲρ αὐτῆς ὡς ὑπέρμαχος κυβερνήτις· καὶ εἰς τὸ ἑξῆς οἱ μοναχοὶ ἂς καταφεύγωσι πρὸς ἐμὲ διὰ κάθε τῶν ἀνάγκην, καὶ γοργῶς θέλω ὑπακούω αὐτῶν, καὶ πάντων τῶν μετ᾿ εὐλαβείας καταφευγόντων εἰς ἐμὲ ὀρθοδόξων Χριστιανῶν, ὅτι Γοργοϋπήκοος καλοῦμαι .

Αὕτη ἡ ὑπερκόσμιος φωνὴ καὶ τὰ χαρμόσυνα εὐαγγέλια ἐκ τῆς Εἰκόνος τῆς Θεοτόκου· καὶ σὺν τῇ φωνῇ ἠνεῴχθησαν παραχρῆμα ὑπερφυῶς οἱ ὀφθαλμοὶ τοῦ τυφλωθέντος καὶ ἤδη ἀναβλέψαντος τραπεζοκόμου Νείλου, ὅστις ἀνήγγειλε μετὰ χαρᾶς τὰ χαρμόσυνα εἰς πάντας τοὺς ἀδελφούς. Τότε προσῆλθον ἅπαντες ὁμοθυμαδὸν ἔμπροσθεν τῆς θαυματουργοῦ Εἰκόνος τῆς Γοργοϋπηκόου, καὶ ηὐχαρίστησαν Αὐτὴν μετὰ δακρύων καὶ κηρῶν καὶ θυμιαμάτων, διὰ τὴν μητρικὴν Αὐτῆς κηδεμονίαν καὶ τὰς μεγάλας περὶ τῆς Μονῆς ἐπαγγελίας. Πάντα ταῦτα καὶ ἰδίᾳ τὸ θαῦμα τοῦ ἀναβλέψαντος τυφλοῦ ἀδελφοῦ διεφημίσθησαν εἰς ἅπαν τὸ Ἁγιώνυμον Ὄρος, καὶ πλεῖστοι ἀδελφοὶ ἐξ ὅλων τῶν Μονῶν συνήρχοντο, ἵνα προσκυνήσωσι τὴν χαριτόβρυτον Γοργοϋπήκοον, καὶ ἴδωσι τὸν ὀμματωθέντα, παρὰ τοῦ ὁποίου μετὰ θάμβους ἤκουον ὅσα τῷ συνέβησαν καὶ ὅσα ἡ Κυρία Θεοτόκος τῷ εἶπεν.

Ἔκτοτε ἐσφαλίσθη ὁ μέχρι τότε πρὸ τῆς Εἰκόνος διάδρομος, καὶ ἐπειδὴ τὸ μέρος ἦτο ἀκατάλληλον να κτισθῇ Ἐκκλησία, καθότι ὁ ἱστάμενος πρὸ τῆς ἁγίας Εἰκόνος βλέπει πρὸς δυσμάς, ἐκτίσθη αὕτη κατὰ τὸ δεξιὸν μέρος τῆς Εἰκόνος, τῆς θαυματουργοῦ Γοργοϋπηκόου. Ἀλλὰ καὶ εἰδικὸς ἀδελφὸς διωρίσθη πρὸς διακονίαν καὶ εὐτρεπισμὸν τόσον τοῦ Προσκυνηταρίου, ἐν ὢ ἡ ἁγία Εἰκών, ὅσον καὶ τοῦ Παρεκκλησίου Αὐτῆς, ὁ πλέον δόκιμος καὶ εὐλαβὴς ἐκ τῶν Ἱερομόναχων, Προσμονάριον αὐτὸν καλέσαντες, ὅστις ψάλλει τακτικώτατα ἑκάστην πρωΐαν καὶ ἑσπέραν παρακλήσεις ἔμπροσθεν τῆς θαυματουργοῦ Γοργοϋπηκόου, καὶ καθ’ οἱανδήποτε ἄλλην ὥραν ὁπότε παραστῇ ἀνάγκη, ἡ ἔλθῃ προσκυνητής τις. Ἐν δὲ τῇ ἑσπέρᾳ ἑκάστης Τρίτης καὶ Πέμπτης μετὰ τὴν ἀπόλυσιν τοῦ Ἑσπερινοῦ ποιεῖ ὁ ἐφημέριος εὐλογητὸν ἐν τῷ Καθολικῷ Ναῷ καὶ οὕτως ἐξερχόμενοι οἱ Πατέρες κατὰ τάξιν ἀπέρχονται ἔμπροσθεν τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος, ἔνθα ψάλλεται κοινὴ παράκλησις παρὰ τῶν διατεταγμένων τῆς Μονῆς ψαλτῶν, ὁ δὲ ἐφημέριος μνημονεύει πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν, προσδεόμενος καὶ ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου. Εἰς δὲ τὸ Παρεκκλήσιον τῆς Γοργοϋπηκόου τελεῖται τακτικῶς δίς τῆς ἑβδομάδος Λειτουργία, καὶ ὅταν παραστῇ ἄλλη τίς ἀνάγκη· ἐπίσης καὶ Ἀγρυπνίαι συνήθως τελοῦνται ὑπὲρ τῶν εὐσεβῶν χριστιανῶν. Πλεῖστα ἀναθήματα καὶ ἀφιερώματα τῶν εὐσεβῶν ἐπὶ τῆς ἁγίας Εἰκόνος μαρτυροῦσι τὰ πολλὰ θαύματα Αὐτῆς, καὶ τὰς μεγάλας ἀντιλήψεις, ἂς ἐν ἑκάστῳ κρισίμῳ στιγμῇ εἰς τοὺς ἐπικαλουμένους ταύτην ἐνδείκνυται συμπαθῶς. Ἀλλὰ καὶ αἱ πολυτελεῖς καὶ ἀργυραὶ Αὐτῆς κανδῆλαι περιτράνως τοῦτο βεβαιοῦσιν, ἐξ ὧν ἕξ εἰσιν ἀκοίμητοι, ὧν τὸ ἔλαιον ἀποστέλλεται κατ’ ἔτος παρὰ ἕξ εὐλαβῶν προσκυνητών, οἵτινες πολλάκις ἐλυτρώθησαν ἀπὸ ποικίλους κινδύνους, ἐπικαλούμενοι τὴν θαυμα-τουργὸν Γοργοϋπήκοον.

Ἀλλὰ τίς δύναται νὰ διηγηθῇ λεπτομερῶς καθ᾿ ἕν τὰ ἐξαίσια ὡς ἀληθῶς θαύματα, ἅτινα ἐνήργησε καὶ ἐνεργεῖ καθ᾿ ἑκάστην ἡ Κυρία ἡμῶν Γοργοϋπήκοος εἰς τοὺς ἐπικαλουμένους Αὐτὴν εἰς βοήθειαν; Καθότι Αὕτη ἀναδειχθεῖσα ὡς ἄλλη Κολυμβήθρα Σιλωάμ, τυφλοὺς ὠμάττωσε, χωλοὺς ἀνώρθωσε, παραλύτους συνέσφιγξε, κατ’ ἐξοχὴν τὰς στειρευούσας μητέρας ἐποίησεν, ἐκ ναυαγίου κινδύνου πολλοῖς διεφύλαξεν, αἰχμαλώτους ἠλευθέρωσε, τὰς ἀκρίδας πολλάκις ἀπεδίωξε καὶ κατηφάνισε, καὶ ἄλλας ἀπείρους θαυματουργίας ἐποίησε καὶ ποιεῖ εἰς τοὺς μετ’ εὐλαβείας καταφεύγοντας εἰς τὴν θερμοτάτην ἀντίληψιν Αὐτῆς. Ἧς ταῖς ἀκοιμήτοις πρεσβείαις καὶ μητρικαῖς ἱκεσίαις Λόγε, Θεοῦ Σοφία καὶ Δύναμις, συμπαθῶς καμπτόμενος, ἐλέησον καὶ σῶσον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός. Ἀμήν.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης ὁ ψάλτης, ὁ καλούμενος Κουκουζέλης, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν Ἄθῳ Μεγίστης Λαύρας ἐν ταπεινώσει ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

Τῆ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Φωβηνῆς, Κουκουζελίσσης καὶ Τριχερούσης.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἤτοι τοῦ ἱεροῦ αὐτῆς Μαφορίου, τοῦ ἐν τῇ σορῷ τοῦ ἱεροῦ ναοῦ τῶν Βλαχερνῶν, ὄτε ὁ Ὅσιος Ἀνδρέας, ὁ διὰ Χριστὸν σαλὸς κατεῖδεν ἐφηπλωμένην αὐτὴν ἄνωθεν, καὶ πάντας τοὺς εὐσεβεῖς περισκέπουσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Ὁδηγητρίας, τῆς παραδόξως ἐκ τῆς τοῦ Βατοπεδίου Ἱερᾶς Μονῆς, πρὸς τὴν Ἱερὰν Μονὴν τοῦ Ξενοφώντος ἀφιχθείσης, τῇ βουλήσει τῆς Ἀχράντου Θεομήτορος.

Τῆ αὐτῇ ἠμέρᾳ, μνήμη τοῦ Ἀγίου Ἀποστόλου Ἀνανίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανού, τοῦ Ποιητοῦ τῶν Κοντακίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου

Τη αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθω ἀσκήσας, καὶ ἒν χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σάββα τοῦ ἐν Βησερίᾳ θαυματουργοῦ Ῥώσσου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.Ἀμήν.


Ὠδὴ ζ΄.

Κανών Πρῶτος.

Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν.

Ἰαμάτων Σε ταμεῖον ἀδαπάνητον Γοργοϋπήκοε, ἐπεγνωκότες πιστοί, ἐκ πόθου προστρέχομεν, τῇ ἀντιλήψει Σου, καὶ λυτρούμεθα, παθῶν ψυχῆς καὶ σώματος, κατὰ χρέος Σὲ ὑμνοῦντες.

Νόμου πλήρωμα καὶ Προφητῶν ἐκσφράγισμα, ὤφθης Πανύμνητε, ἀποτεκοῦσα Χριστόν, τὸν κόσμον ῥυσάμενον, τῆς κατακρίσεως, ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥύσασθαι, τοὺς πιστῶς σὲ προσκυνοῦντας.

Ἐξεῤῥύη Σου ὡς ὑετὸς οὐράνιος, ἡ χάρις ἄνωθεν, τῇ ὑλικῇ Σου Μορφῇ, καὶ ταύτην εἰργάσατο, νεφέλην ἔνθεον, ἐπιῤῥαί-νουσαν, διὰ παντὸς τοῖς πέρασι, τῶν θαυμάτων τὰς ψεκάδας.

Στόμα ἤνοιξας καὶ ἄφεσιν ἐβράβευσας Γοργοϋπήκοε, τῷ ἀπειθήσαντι πρίν, τῷ σῷ ἐπιτάγματι· ὅθεν γενόμενος, ἔνθους Πάναγνε, Δαβιτικῶς ἐξήγγειλε, τὰς ἐνθέους Σου αἰνέσεις.

Ὡς ὑπέρλαμπρον λαβίδα καὶ πυρίμορφον Γοργοϋπήκοε, τὸν Χαρακτῆρα τὸν σόν, πλουτοῦντες τῷ ἄνθρακι, τῆς σῆς ἐλλάμψεως, καθαιρόμεθα, τὸν νοῦν καὶ τὴν διάνοιαν, καὶ ἁπάσας τὰς αἰσθήσεις.

Κανὼν Δεύτερος. Θεοῦ συγκατάβασιν.

Κωφοῖς ὡς εὐήκοος, παραμυθία Γοργοϋπήκοε, τὸ ἀκούειν παρέχεις, καὶ τοῖς φωνοῦσι σὲ θαλαττεύουσι, καθοδηγὸς ἀσφαλὴς ἀναδέδειξαι, ὅθεν ὑμνοῦμεν ἀεί, σὲ τὴν τοῦ Λόγου σκηνήν.

Ἐλαία κατάκαρπος, τῇ γεωργία τῆς προμηθείας Σου, ἡ Εἰκών Σου ἐδείχθη, Δοχειαρίου ἐν τῇ Μονῇ ἀληθῶς· τοῦ γὰρ ἐλαίου τῆς σῆς ἱλαρότητος, κατατρυφῶμεν ἀεί, οἱ προσκυνοῦντες αὐτήν.

Πληγὴν τὴν ἀρχέγονον, τοῦ Πρωτοπλάστου Ἀδάμ, ἰάτρευσας, τῇ κυήσει Σου Κόρη, καὶ νῦν ἀρτίως Γοργοϋπήκοε, πληγῆς ἀκρίδος ἐῤῥύσω, τοὺς ψάλλοντας· Εὐλογημένη Σὺ εἶ, ὡς σωτηρίας ἀρχή.

Ἠνώρθωσας Δέσποινα, τοὺς συντριβέντας ἡμᾶς τοῖς πάθεσι, τὸν τοὺς κατεῤῥαγμένους, ζωοποιοῦντα κυοφορήσασα· διὸ καὶ νῦν παραδόξως συνέσφιγξας, τὸν συσχεθέντα Ἁγνή, παραλυσία δεινή.

Καταβασία: Οὐκ ἐλάτρευσαν τῇ κτίσει...


Ὠδὴ η΄.

Κανὼν πρῶτος.

Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

Γνώριμον τοῖς πᾶσι βουληθεῖσα, ποιῆσαι τῆς πρὸς ἡμᾶς Σου ἀγαθότητος, πλοῦτον τὸν ἀκένωτον, βρύσιν τὴν πολύῤῥυτον, τὴν Ἱερὰν Εἰκόνα Σου, καθάπερ ἥλιον, ἀνέδειξας, ἀστράπτουσαν κόσμῳ, αἴγλην χαρισμάτων, εἰς φαῦσιν Ὀρθοδόξων.

Ἔδραμεν εἰς ἅπασαν τὴν κτίσιν, ὁ φθόγγος Θεογεννῆτορ τῆς Εἰκόνος Σου, νόσοι γὰρ ἐλαύνονται, πάθη θεραπεύονται, καὶ στεῖραί τε καὶ ἀτέκνοι, μητέρες δείκνυνται, τῇ Σῇ, Γοργοϋπήκοε κλήσει, καὶ ἐπιφοιτήσει, τῆς θείας δωρεᾶς Σου.

Ῥέει εἰς χειμάῤῥους ἀμβροσίας, ἀφθόνως ἐκ τῆς Εἰκόνος Σου Θεόνυμφε, ἡ τῆς εὐσπλαγχνίας Σου, χάρις πλουσιόδωρος, καὶ ὥσπερ πόλιν ἔνθεον, τὴν θείαν Ποίμνην Σου, ἀρδεύει καὶ εὐφραίνει ὑμνοῦσαν, καὶ ὑπερυψοῦσάν Σε Κόρη εἰς αἰῶνας,

Ἄκλυστον λιμένα Θεοτόκε, καὶ πύργον σὲ σωτηρίας καὶ ὑπέρμαχον, κυβερνῆτιν ἄριστον, οἰκονόμον ἔνθεον, καὶ κλίμακα ἀνάγουσαν, πρὸς τὰ οὐράνια, Μονὴ Δοχειαρίου εὑροῦσα, ᾄδει χαρμοσύνως, τὰς σὰς θαυματουργίας.

Στάζoυσιν αἱ χεῖρές Σου Παρθένε, ἀΰλως ὥσπερ ἀρώματα πολύτιμα, τῆς εὐεργεσίας Σου·, μέλι τὸ θεόβρυτον, γλυκαῖνον τὰς ψυχὰς ἡμῶν, τῶν ἐκβοώντων Σοι Σὺ εἶ Γοργοϋπήκοε σκέπη, καὶ φωταγωγία, τῶν σὲ ὑμνολογούντων.

Κανὼν Δεύτερος. Ἑπταπλασίως κάμινον.

Γόνιμον γῆν καὶ πίονα, τὴν Εἰκόνα Σου ἔδειξας, θείας ἐνεργείας φέρουσαν ἀστάχυας, ἐξ ὧν οἱ μετέχοντες, καθαίρονται καὶ ἄγονται, πρὸς τελειωτάτην πολιτείαν βοῶντες· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, τὴν μόνην Θεοτόκον.

Στειρευούσης βλάστημα, εὐθαλέστατον λάμψασα, Κεχαριτωμένη παντουργῷ βουλήματι, στείρων διαλέλυκας, τὸ ὄνειδος Πανάμωμε, καὶ τοῖς ἐκβοῶσι, τὴν Σὴν χάριν παρέχεις, φωτὸς χαῖρε δοχεῖον, φθορᾶς χαῖρε ἡ λύσις, χαῖρε τῶν σῶν προσφύγων, ὀξεῖα προστασία.

Ῥῦσιν φθορᾶς ἐξήρανας, τῇ ἀφθόρῳ κυήσει Σου, καὶ ἀθανασίας τὰς πηγὰς ἠνέῳξας· διὸ ῥῦσιν ἔστησας, αἱμάτων ἐκ τοῦ στόματος, τοῦ Σοι προσελθόντος, καὶ θερμῶς ἐκβοῶντος, βυθὸς χαῖρε θαυμάτων, νοσούντων χαῖρε ἄκος, χαῖρε τῶν τεθλιμμένων, ἀναψυχὴ βεβαία.

Ἀγλαομόρφῳ βλέμματι, καθορῶσα τοὺς δούλους Σου, καὶ φωνῆς τῆς τούτων εὐμενῶς ἀκούσασα, τὸν παῖδα ἰάτρευσας, Παρθένε τῆς τυφλώσεως, καὶ τῆς ὀφθαλμίας ἐλυτρώσω ταχέως, τὸν πίστει προσπεσόντα, τῇ σεπτῇ Σου Εἰκόνι, τῇ ῥῶσιν χορηγούσῃ, τοῖς σὲ ὑπερυψοῦσι.

Σεσαρκωμένον τέξασα, τὸν Ἀσώματον Ἄχραντε, ψυχῶν καὶ σωμάτων ἴασαι τοὺς μώλωπας· ὀφθεῖσα κατ᾿ ὄναρ γάρ, τὸν ἱερέα ἔπλησας, χάριτος πολλῆς καὶ ἀληθοῦς θυμηδίας· τὴν τούτου γὰρ συμβίαν, θανατηφόρου νόσου, ἐξήγειρας ὑμνοῦσαν, τὴν Σὴν μεγαλωσύνην.

Καταβασία: Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ...


Ὠδὴ θ΄.

Κανὼν Πρῶτος. Ἅπας γηγενής.

Ἄγγελοι, τὸν θεῖόν Σου Χαρακτῆρα, περιδεῶς δοξάζουσι, τοῦτον ὁρῶντες Παρθένε, κεκοσμημένον τῇ δόξῃ.

Ἴδε εὐμενῶς, ἱλέῳ Σου ὄμματι, Γοργοϋπήκοε, εἰς τὴν περιούσιον, ἣν ἠρετίσω κληρονομίαν Σου, καὶ ἱερὸν ἁγίασμα, ταύτην τὴν Μάνδραν Σου, δεῖξον Κόρη, ἐν ᾖ κατεφύτευσας, ὥσπερ κρίνον τὴν θείαν Εἰκόνα Σου.

Ἄνθρωποι, παρίστανται μετὰ φόβου, τῇ ἱερᾷ Εἰκόνι Σου, καὶ Σὲ ὑμνοῦσι Παρθένε, πᾶσαν καρπούμενοι χάριν.

Μάστιξι τῆς Σῆς, ἀχράντου δυνάμεως, Γοργοϋπήκοε, ἰσχυρῶς ἐλαύνονται, τῶν ἀκαθάρτων πνευμάτων φάλαγγες, καὶ πειρασμῶν καὶ θλίψεων, ἔφοδος τρέπεται, καὶ ἀγάπης, τοῖς δεσμοῖς συνέχεται, τῆς σῆς Ποίμνης Ἁγνή; ἡ συγκρότησις.

Ἄϋλοι, οὐσίαι ἄνω ὑμνοῦσι, τὴν Σὴν μεγαλοπρέπειαν, κάτω ἡμεῖς δὲ Παρθένε, τὴν Σὴν Εἰκόνα τιμῶμεν.

Ὅλη παμφαής, ὡς ἄδυτος ἥλιος, ὅλη ὑπέρλαμπρος, ὡς ἶρις πολύχρωμος, καὶ ὡς ἐλπίδος πυρσὸς ἀκοίμητος, Μορφή Σου ἡ ἐνσώματος, ὁρᾶται Ἄχραντε, τοῖς ἐκ πόθου, ὡς Γοργοϋπήκοον, ἀνυμνοῦσι τὴν Σὴν ἀγαθότητα.

Ἄνωθε, μὴ παύσῃ τοῦ ἐποπτεύειν, ἡμᾶς Γοργοϋπήκοε, τοῖς ἀκλινῶς πεποιθόσι, ταῇ ἀῤῥαγεῖ Σου πρεσβείᾳ.

Ὕψωσον ἡμᾶς, ἐκ πάσης φαυλότητος, Γοργοϋπήκοε, καὶ τοῦ στεναγμοῦ ἡμῶν, ἐν ἐπελθούσῃ ἀνάγκη ἄκουσον, καὶ προστασία ἕτοιμος, τῷ τῆς ἐξόδου καιρῷ, καὶ ἐν ὥρᾳ, κρίσεως ἐμφάνηθι, ὡς ὑπέσχου ἡμῖν τοῖς ἱκέταις Σου.

Κανὼν Δεύτερος. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

Μεγάλυνον ψυχή μου, τῆς Γοργοϋπηκόου τὴν ζωηφόρον χάριν.

Ἰσχὺν τοῖς ἀσθενέσι διαπαντός, καὶ τοῖς πάσχουσι Κόρη ἀνάκλησιν, καὶ χαρμονήν, τοῖς κεκακωμένοις ἐν θλιβεροῖς, καὶ πᾶσιν ἀγαλλίασιν, ὡς τῆς αἰωνίου χαρᾶς πηγή, παρέχεις καθ᾿ ἑκάστην, τοῖς πόθῳ ἐκζητοῦσι, Γοργοϋπήκοε τὴν χάριν Σου.

Μεγάλυνον ψυχή μου, τῆς μόνης Θεοτόκου, τὰς θείας ἐνεργείας.

Μωσῆς ἐθαυμαστώθη ἐν τῷ Σινᾷ, κατιδὼν τοῦ Θεοῦ τὰ ὀπίσθια, συμβολικῶς· νῦν ἡμεῖς ὁρῶντες πανευλαβῶς, τῆς σῆς ἀχράντου ὄψεως, πρόσωπον Παρθένε τὸ γαληνόν, Εἰκόνι γεγραμμένον, πληρούμεθα ἐνθέως, τῆς προϊούσης ἐκ Σοῦ χάριτος.

Μεγάλυνον ψυχή μου, Πατέρα Λόγον Πνεῦμα, τὴν μίαν Θεαρχίαν.

Ὁ πλούσιος κρατήρ Σου τῶν ἀγαθῶν, τῇ Μονῇ Σου ὁσῶραι Πανάμωμε, ἐκπλημμυρεῖ· τρέφεις γὰρ καὶ θάλπεις διηνεκῶς, ἡμᾶς Γοργοϋπήκοε· τί οὖν Σοι προσφέρομεν ὡς εἰκός; ἀλλ᾿ ἡ γνησίαν πίστιν, διάπυρόν τε πόθον, καὶ βίον ἄδολον Θεόνυμφε.

Μεγάλυνον ψυχή μου, τὴν ἡμῶν προστάτη, καὶ φύλακα καὶ ῥύστην, τὴν Ἄχραντον Παρθένον.

Ὑψόθεν κἀμοὶ νεῦσον ὡς ἀγαθή, καὶ τὴν ἄμαχον τεῖνόν μοι χεῖρά Σου, ἐκ τοῦ βυθοῦ, ἕλκουσά με Ἄχραντε τῶν παθῶν σὲ γὰρ θερμὴν ἀντίληψιν, καὶ γλυκεῖαν ἔχω ἀναψυχήν, καὶ διὰ Σοῦ σωθῆναι, ἐλπίζω Θεοτόκε, ὁ τὸν παρόντα πλέξας ὕμνον Σοι.

Καταβασία: Ἅπας γηγενής...


Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὡς θησαυρὸν ἐλέους, καὶ τῶν πιστῶν καταφυγή, Γοργοϋπήκοε Κόρη, πάσης ἀνάγκης καὶ ὀργῆς, ῥῦσαι τοὺς πίστει τιμῶντας, ὡς τοῦ Θεοῦ σὲ Μητέρα.

Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.

Μονή ἡ περιώνυμος, Δοχειαρίου σκίρτησον, κατέχουσα ἐν τοῖς κόλποις, ὡς πρυτανεῖον χαρίτων, Εἰκόνα τὴν πανσέβαστον, τῆς μόνης Θεομήτορος, ἧς τὰς δυνάμεις βλέπουσα, ἀνύμνησον εὐχαρίστως, τὴν σὲ ἀπαύστως φρουροῦσαν.


ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ.

Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Ἀσματικῶς συνδραμόντες πανηγυρίσωμεν, οἱ τῆς Μητρὸς τοῦ Λόγου, ἀγαπῶντες τὴν δόξαν Ἰδοὺ γὰρ πλήρης δόξης πλήρης φωτός, πλήρης χάριτος ἔλαμψεν, ἡ τῶν ἀῤῥήτων θαυμάτων μνήμη αὐτῆς, τοὺς πιστοὺς καθαγιάζουσα.

Ἀγαλλιάσθω εὐθύμως Δοχειαρίου Μονή, ὡς Ἀμαλθείας κέρας, καὶ θεόῤῥυτον φρέαρ, Εἰκόνα κεκτημένη τὴν εὐκλεῆ, τῆς Ἁγνῆς Θεομήτορος, ἐξ ἧς τρυφὴν καρπουμένη πνευματικήν, τὴν Θεοτόκον δοξαζέτω ἀεί.

Πεποικιλμένη Παρθένε ὑπερφυέσιν αὐγαῖς, γοργῶς ἀεὶ προφθάνεις, πανταχοῦ καλουμένη, καὶ ῥύῃ συμπτωμάτων ἐκ δυσχερῶν, πειρασμῶν τε καὶ θλίψεων, Γοργοϋπήκοε Κόρη τοὺς εὐσεβῶς, προσιόντας τῇ πρεσβείᾳ Σου.

Τὴν μεγαλόδωρον χάριν καὶ πολυχεύμονα, τῆς σῆς προμηθεστάτης, πρὸς ἡμᾶς προστασίας, ᾠδαῖς Γοργοϋπήκοε μυστικαῖς, μεγαλύνομεν πάντοτε, ἀλλὰ μὴ παύσῃ Παρθένε ἀποπληροῦν, τὴν πρὸς ἡμᾶς ἐπαγγελίαν Σου.

Δόξα. Ἦχος πλ. α´.

Τῶν δωρεῶν Σου οἱ κρουνοί, Θεοτόκε πελαγίζοντες, τῆς Ἐκκλησίας τὰς αὔλακας μεθύσκουσι· σὺ γὰρ ὡς ποταμὸς τοῦ Θεοῦ, οὐ μόνον τὴν τῶν πρωτοτόκων εὐφραίνεις πάλιν, ἀλλὰ καὶ τὴν περίγειον λῆξιν, πολλαχῶς εὐεργετεῖς. Ὢ τῆς θερμῆς ἐπισκοπῆς Σου! πᾶσι γὰρ ὀξέως βοηθεῖς, ἐπικουφίζουσα τῶν καρδιῶν τὸν πόνον. Διὸ Ὑπερύμνητε, τὴν φωνὴν ἡμῶν ἐνωτίσθητι, καὶ σῶσον τὴν ποίμνην Σου, πάσης περιστάσεως.


Δοξολογία Μεγάλη, καὶ τὸ Ἀπολυτίκιον. Καὶ Ἀπόλυσις


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ


Τὰ Τυπικά, οἱ μακαρισμοί, ὁ α΄ κανὼν τῆς γ΄ ᾠδῆς, καὶ ὁ β΄ τῆς στ΄.


Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ κα΄ Νοεμβρίου.


ΜΕΓΑΛΥΝΑΡΙΟΝ

Χάριν ποριζόμενοι ἀληθῆ, ἐκ τῆς σῆς Εἰκόνος, Θεοτόκε διὰ παντός, ταύτην προσκυνοῦμεν, καὶ σὲ ὑμνολογοῦμεν, ἡμῶν ὡς προστασίαν, Γοργοϋπήκοε.


Κοινωνικόν: Ποτήριον σωτηρίου λήψομαι.




Ο Ναός μας εξωτερικά

Κυριακή στην Ενορία - Αφιέρωμα στον Ι.Ν. Αγίων Αντωνίου & Χαραλάμπους εις Κρύα Ιτεών Πατρών

ΕΘΝΙΚΟΣ ΥΜΝΟΣ - Εξωτερικά πλάνα Ναού

Ο ΝΑΟΣ ΜΑΣ ΕΞΩΤΕΡΙΚΑ (παλαιότερο video)


Θείες Λειτουργίες εβδομάδος

Θείες Λειτουργίες εβδομάδος
Κυριακή 28/7

Λαμπρὰ Ἐγκαίνια τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀντωνίου στὴν περιοχὴ Κρύα Ἰτεῶν Πατρῶν

Λαμπρὰ Ἐγκαίνια τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀντωνίου στὴν περιοχὴ Κρύα Ἰτεῶν Πατρῶν
Καντε κλικ στη φωτογραφία για να εμφανισθεί το θέμα

Ἐτελέσθησαν τὰ θυρανοίξια στὸν νεόδμητο Ἱερὸ Ναὸ τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου στὰ Κρύα Ἰτεῶν

Ἐτελέσθησαν τὰ θυρανοίξια στὸν νεόδμητο Ἱερὸ Ναὸ τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου στὰ Κρύα Ἰτεῶν
Καντε κλικ στη φωτογραφία για να εμφανισθεί το θέμα

συνταγή για Πρόσφορο

συνταγή για Πρόσφορο
Καντε κλικ στο πρόσφορο και διαβάστε

Πώς θα βρείτε το Ναό μας

Ασματική Ακολουθία Οσίου Πατρός Αντωνίου του Μεγάλου

Ασματική Ακολουθία Οσίου Πατρός Αντωνίου του Μεγάλου
Καντε κλικ στην εικόνα για να την κατεβάσετε

Ασματική Ακολουθία Αγίου Ιερομάρτυρος Χαραλάμπους

Ασματική Ακολουθία Αγίου Ιερομάρτυρος Χαραλάμπους
Καντε κλικ στην εικόνα για να την κατεβάσετε