Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu


Αναζήτηση θεμάτων ιστολογίου

Συναξάριον


Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΜΑΣ κ.κ. ΧΡΥΣΟΣΤΟΜΟΣ

Ο ΘΕΟΦΙΛΕΣΤΑΤΟΣ ΕΠΙΣΚΟΠΟΣ ΚΕΡΝΙΤΣΗΣ κ. ΧΡΥΣΑΝΘΟΣ

Χαιρετισμοί προς την Υπεραγία Θεοτόκο

Χαιρετισμοί προς την Υπεραγία Θεοτόκο
Καντε κλικ στην εικόνα της Παναγίας και διαβάστε τους

Ακολουθία της Θείας Μεταλήψεως

Ακολουθία της Θείας Μεταλήψεως
Καντε κλικ στην φωτογραφία και διαβάστε

Η Ακολουθία του Μικρού Αποδείπνου από την Ι.Μ. Ομπλού

Η Ακολουθία του Μικρού Αποδείπνου από την Ι.Μ. Ομπλού
Καντε κλικ στην εικόνα για να δείτε το Video

Συμβουλές πριν από την Εξομολόγηση και τη Θεία Κοινωνία

Συμβουλές πριν από την Εξομολόγηση και τη Θεία Κοινωνία
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Πριν τον Γάμο...

Πριν τον Γάμο...
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Δυο λόγια για τη βάπτιση του παιδιού σας

Δυο λόγια για τη βάπτιση του παιδιού σας
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Πότε και πώς νηστεύομε;

Πότε και πώς νηστεύομε;
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Το σημείο του Σταυρού

Το σημείο του Σταυρού
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Blog Archive

Από το Blogger.
English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified
Related Posts Plugin for WordPress, Blogger...
Πέμπτη 8 Μαΐου 2014
Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF


Ψαλλομένη  τῇ 9η Μαΐου


Ἐκ τοῦ Μηναίου καί τὰ ἐλλείποντα ὑπὸ Μητροπολίτου Ἐδέσσης Ἰωήλ.
 ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ


Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. 
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Γλώττῃ ψευδοῤῥήμονι, ὁ δυσσεβέστατος τύραννος, ἠβουλήθη πανεύφημε, τὴν σὴν ἀμετάτρεπτον, καταλῦσαι γνώμην, ἀλλ’ αἵματι μάκαρ, ἐν τῷ σταδίῳ θαυμαστῶς, τῆς ἀθεΐας γλωσσῶν τὸ φρύαγμα, μετ’ ἤχου ἐξεφαύλισας, καὶ ὡς πανάγιον σφάγιον, προσηνέχθης τῷ Κτίστῃ σου, Χριστοφόρε ἀοίδιμε.
 

Ξίφει τελειούμενος, Μεγαλομάρτυς μακάριε, πρὸς τὰ ἄνω σκηνώματα, ἀνῆλθες γηθόμενος, ὑπὸ τῶν Ἀγγέλων, καὶ στέφος τῆς νίκης, ἀναδησάμενος σοφέ, πολυταράχου ἐχθροῦ τὰς φάλαγγας, δεινῶς κατετραυμάτισας, δι’ ὃ λιταῖς σου δεόμεθα, Χριστοφόρε ἀπόστησον, ἀφ’ ἡμῶν τὸν δυσώνυμον.
 

Ὅμιλον δημίων σου, τὸν ἐκτακέντα τῷ καύσωνι, ἀθεΐας πανόλβιε, τοῖς ῥείθροις κατήρδευσας, τῶν σεπτῶν δογμάτων, Χριστοῦ τοῦ Σωτῆρος, καὶ σεβασμάτων τῶν ψευδῶν, τὴν ματαιότητα ἀπεξήρανας, ἰσχύϊ τῇ τοῦ Πνεύματος, πανσθενουργῷ τοῦ Κυρίου σου, ὡς ἀστὴρ θεοπύρσευτος, διαλάμπων τοῖς πέρασι.

Πᾶσαν πολυμήχανον, τῶν ἀσεβούντων ἀπόνοιαν, τῶν μελῶν τὴν ἐκπύρωσιν, χαλκοῦν ἱματίδιον, αἰκισμοὺς ἀφάτους, πορνῶν τὰς ἐφέσεις, ἐρεσχελίας τῶν γλυπτῶν, τὰς ἐπιθέσεις τοῦ πολεμήτορος, βελίαρ τοῦ ἀλάστορος, καὶ τὴν τῆς κάρας ἀπότμησιν, σταθερῷ τῷ φρονήματι, καθυπέστης πανάριστε.


Δόξα. Ἦχος α΄.

Τοῖς φεγγοβόλοις σου λάμψεσι, τὸ σκότος τῆς πολυθεΐας ἐκδιώκων, τὴν παράφρονα τῶν διωκτῶν λύτταν κατέλυσας, καὶ λαμπρυνθεὶς τῇ τῶν ἄθλων λαμπρότητι, ἐχώρησας πρὸς τὴν τῆς κάρας ἐκτομήν, κληρούμενος τὰ οὐράνια, ὅθεν τανῦν μετὰ τῶν Μαρτύρων συναγάλλων, μὴ παύσῃ πρεσβεύων, Χριστοφόρε ἔνδοξε, ὑπὲρ πάντων ἡμῶν.


Καὶ νῦν. Τῆς ἑορτῆς.


Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ὤφθης Μάρτυς Χριστοῦ, ὡς βότρυς ἀποστάζων, τὸν οἶνον ἰαμάτων, ὀξείᾳ σου πρεσβείᾳ, βροτοῖς τοῖς δεομένοις σου.


Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Κάραν σου τὴν σεπτήν, γενναίως ὑποκλίνας, ὦ Χριστοφόρε Μάρτυς, τὴν τμῆσιν καθυπέστης, ὡς Μάρτυς ἀξιάγαστος.


Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Δρόσον τοῦ Οὐρανοῦ, ἐν μέσῳ τῶν βασάνων, ἐδέχθης Χριστοφόρε, Χριστοῦ ἐπιφανέντος, αὐγᾶσαί σε πανεύφημε.


Δόξα.Τριαδικόν.

Ἔρωτι πτερωθείς, Τριάδος τῆς Ἁγίας, ἀθύρματα ὡς παίδων, μυθεύματα εἰδώλων, ἐσκέδασεν ὁ πάντιμος.


Καὶ νῦν.Θεοτοκίον.

Μνήσθητι καὶ ἡμῶν, τῶν ἀνυμνούντων Κόρη, τὴν κλῆσίν Σου τὴν θείαν, πρεσβείαις Σου Παρθένε, πρὸς τὸν Υἱόν Σου Πάναγνε


Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἰωήλ. Ἦχος γ΄. Θείας πίστεως.

Ῥείθροις αἵματος, πεφοινιγμένος, πρὸς τὰ δώματα, τῶν Ἀθλοφόρων, ἀπὸ γῆς μετετέθης μακάριε, ὡς γὰρ ἀμνὸς Χριστοφόρε ἀμώμητος, ὑπὲρ Χριστοῦ τὴν σὴν κάραν ὑπέκλινας, Μάρτυς ἔνδοξε, ἀεὶ τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Δόξα. Ἕτερον τοῦ Μηναίου. Ἦχος δ' Ταχὺ προκατάλαβε.

Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου.


Καὶ νῦν. Τῆς ἑορτῆς.


Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ


Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκρξα ,ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια Στιχηρὰ ἐκ τοῦ Μηναίου.Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.


Τοῦ Χριστοφόρου τοὺς ἄθλους, δεῦτε τιμήσωμεν, δι' ὧν ἡμῖν πηγάζει ἡ ἀέναος χάρις,νΧριστοῦ τοῦ Ζωοδότου· καὶ γὰρ κραταιῶς, τοὺς ἐχθροὺς τροπωσάμενος, κατὰ παθῶν καὶ δαιμόνων καὶ ὀδυνῶν, τὴν ἐξουσίαν ἐκομίσατο.


Ἡ τῶν λειψάνων σου κόνις, θαυμάτων βλύζει πηγάς, τῶν κεραυνῶν τὴν λύσιν, καὶ λοιμῶν καὶ κινδύνων, τὴν λύτρωσιν παρέχει· διὸ σε καὶ νῦν, Χριστοφόρε πολύαθλε, ὁ σὸς λαὸς ἱκετεύει, ὅπως ἀεί, διασώζηται τῆς βλάβης αὐτῶν.


Σοῦ τὸ μνημόσυνον Μάρτυς, εὐωδιάζει τρανῶς, ἐαρινὰ ὡς ῥόδα, τὰ πολύαθλα πάθη, τῶν σῶν ἀγωνισμάτων, δι' ὧν ἀσθενεῖς, ἐμπαθεῖς τε καὶ ἄρρωστοι, τὴν εὐρωστίαν πλουτοῦντες, ταῖς σαῖς εὐχαῖς, ἀνυμνοῦσι τὸν δοτῆρα Χριστόν.


Ἕτερα. Ἰωήλ.Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Χριστοφόρον πολύαθλον, ἀνυμνῆσαι συνέδραμον, ἐκ περάτων σήμερον θεοσύλλεκτος, φιλομαρτύρων παράταξις, ᾠδὰς ἀναπέμπουσα, τῷ Σωτῆρι τῶν ψυχῶν, τῷ σφοδρῶς κραταιώσαντι, ὡς Φιλάνθρωπος, ἐν παλαίστρᾳ τὸν Μάρτυρα τὸν μέγαν, καὶ αὐτῷ ἐπιφανέντι, ὡς παμφαέστατος ἥλιος.


Φοινιχθεὶς ἐν τοῖς αἵμασι, ὡς ἀμνὸς ἐθελόθυτος, τὴν ὁδὸν διώδευσας τοῦ Κυρίου σου, καὶ τοῦ Δεκίου ἠμαύρωσας, τὸ ἄθεον πρόσταγμα, Χριστοφόρε ἀθλητά, θαρσαλέῳ φρονήματι, καὶ βουλήματι, ὡς στρουθίον ῥυσθεὶς ἐκ τῶν παγίδων, τῶν πολλῶν τοῦ πολεμίου, ἀνδροπρεπῶς παναοίδιμε.


Χιτωνίσκον τὸν χάλκειον, πυρωθέντα ἐδρόσιζε, Παρακλήτου Πνεύματος ἡ ἐπίπνοια, τὰς μηχανὰς γὰρ τοῦ δράκοντος, ῥαδίως ἠδάφισας, Χριστοφόρε Ἀθλητά, σταθηρᾷ διανοίᾳ σου, ἀξιάγαστε, καὶ στολὴν τῆς ψυχῆς σου πορφυρώσας, ταῖς ῥοαῖς τῶν σῶν αἱμάτων, οὐρανοχάλκευτον γέγονας.


Δόξα. Τοῦ Μάρτυρος ἐκ τοῦ Μηναίου.Ἦχος δ' Ἰωάννου Μοναχοῦ.

Κογχύλῃ αἵματος τοῦ μαρτυρίου σου, κοσμηθεῖσα ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἡλιακὰς ἀκτῖνας ἐκπέμπει, Χριστοφόρε πολύαθλε· τῷ γὰρ Σταυρῷ, καθοπλίσας σεαυτόν, καὶ τὸ θανεῖν ὑπὲρ Χριστοῦ προθύμως ἑλόμενος, γενναίως πρὸς παράταξιν τοῦ ἀλλοτρίου ἀντικατέστης, καὶ καταισχύνας πάσας τὰς ἐπινοίας τῶν παρανόμων, νικητής στρατιώτης ὤφθης τοῦ Χριστοῦ. Διὸ δυσωποῦμέν σε, ὡς παρρησίαν ἔχων, Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Καὶ νῦν. Τῆς Ἑορτῆς.


Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος.Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.


Εἰς τὴν Λιτήν, Ἰδιόμελον τῆς τυχούσης ἑορτῆς ἕν.  Καὶ τοῦ Ἁγίου. Ἦχος α´.

Εὐφραίνου ἐν Κυρίῳ ἡ τῶν Μαρτύρων παράταξις, κατέχουσα ἐν κόλποις, ὡς λαμπρὰν προσθήκην, Χριστοφόρον τὸν πανεύφημον· ἀῤῥενοφρόνως γὰρ πυκτεύσας, καὶ τὸν ἀγῶνα τὸν καλὸν τελέσας, τὸν στέφανον τοῦ μαρτυρίου εἴληφεν· ὅθεν καὶ ἡμεῖς, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, σήμερον συνδραμόντες ἀνακράζομεν· πρέσβευε Χριστῷ τῷ Θεῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Ἦχος β΄.

Ὄντως Χριστοφόρε πολύαθλε, τὴν θλάσιν τῶν μελῶν, ἐθελουσίᾳ γνώμῃ καθυπέμεινας. Σοῦ γὰρ ὡς θεόδεκτον σφάγιον, τῷ Κυρίῳ δουλεύοντος καὶ τῷ πνεύματι ζέοντος, ὁ παράνομος τύραννος, ἀθλίως ἐξετραχηλίσθη. Διὸ ἱκετεύομεν, μὴ διαλίπης πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Ἦχος γ΄.

Ὁ ἐν ἀπατήσας ἐν τῇ Ἐδὲμ τὴν Προμήτορα, πορνικὴν ξυνωρίδα, κατὰ σοῦ δολίως ἐκίνησεν, ἀλλ’ ἱερωτάτοις σου λόγοις, ταύτας πρὸς τὸν Χριστὸν ζωγρήσας, τὸν παλαμναῖον συνέτριψας. Τῆς γὰρ ματαίας ἡδονῆς καὶ ψυχοφθόρου λύμης, τὴν ἀγωγὴν καταλιποῦσαι, ὡς ἀμνάδες προσήχθησαν τῷ Βασιλεῖ τοῦ παντός· ὅθεν Χριστοφόρε πανένδοξε, σὺν Ἀκυλίνῃ τῇ θεόφρονι καὶ Καλλινίκῃ, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Ἦχος δ΄.

Βαβαὶ τῆς ἀλλοκότου ἐπινοίας τῶν εἰδωλομανέντων. Τὸν Μάρτυρα ἰδόντες ἐγκαρτερήσαντα, τοῖς αἰκισμοῖς ἕως τέλους, ἔπνεον μένεα, κατ’ αὐτοῦ οἱ παμπόνηροι. Τὰ ἐπίπονα σκάμματα, τὰ πολύπλοκα θήρατρα, καὶ τὰ δεινὰ παλαίσματα τῇ τοῦ Χριστοῦ δυνάμει, Χριστοφόρε ἐσκέδασας· ὅθεν καὶ ἡμεῖς, τὴν μνήμην σου τελοῦντες, τῶν ἀγωνισμάτων μνημονεύομεν λέγοντες· πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Δόξα. Ἦχος πλ.δ΄.

Ξένον καὶ παράδοξον ὄντως,τὸ ἐν σοὶ τελεσθὲν μυστήριον· ὁ τροφεὺς τῆς κτίσεως, ὤφθη ἐν τῇ καμίνῳ τῆς φλογός, ἀναψυχών σε· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, καθορᾶται ὑπὸ σοῦ πανσεβάσμιε· Ὃν πάλαι ἰδὼν Ἡσαΐας, ἔφριξε καὶ ἐφοβήθη, ὡσανεὶ φίλος φίλῳ διαλέγεται πανόλβιε· ὁ πηγὰς καὶ ἀβύσσους ἐξουσιάζων, τῇ νοτίδι τῆς χάριτος ἀπεμάρανε, τοῦ πυρὸς τὸ ἀνεπίσχετον ῥεῦμα· Ὃν ἱκέτευε Χριστοφόρε πολύαθλε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Καὶ νῦν. Τῆς ἑορτῆς.


Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πρὸς πάλην χωρήσας ἀνδρικῶς, ἐν ἀρχαίοις ἔτεσι, μακαριώτατε ἔσβεσας, ὡσεὶ ἀράχνια, εἰδωλομανέντων, κενοφώνων ῥήματα, ταῖς σαῖς ἀμετατρέπτοις ἐνστάσεσι, καὶ ἐν τοῖς αἵμασι, τοῖς τιμίοις σου πανάριστε, Χριστοφόρε, Μαρτύρων ἀγλάϊσμα.


Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Σημεῖα καὶ τέρατα σεμνέ, ὑπὸ σοῦ γεγόνασι, τῇ παντουργίᾳ τοῦ Πνεύματος, ἡ ῥάβδος ἤνθησεν, ὥσπερ τοῦ Προφήτου, Ἀαρὼν τοῦ μάκαρος, ἡ βρῶσις ἐπληθύνθη τῇ χάριτι, Ἄγγελος ὤφθη σοι, καὶ ἠλλοίωσας πρὸς κρείττονα, τῶν δημίων, δυσώνυμον ὅμιλον.


Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Βαβύλας ὁ θύτης τοῦ Χριστοῦ, Ἐπισκόπων κλέϊσμα, εἰς Ἀντιόχειαν πρόπαλαι, Ἁγίῳ Πνεύματι, Μάρτυρα Κυρίου, τὸν κληθέντα Ῥέπρεβον, καλῶς πρὸς τὸ σωτήριον φώτισμα, ἐποδηγέτησε, Χριστοφόρον ὁ ἀοίδιμος, προσφωνήσας, αὐτὸν ἐν τοῖς ὕδασι.


Δόξα. τοῦ Μάρτυρος ἐκ τοῦ Μηναίου. Ἦχος δ'. Ἀνατολίου.

Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν ἀθλοφόρον Χριστοῦ τοῦ Θεοῦ, ἐν ὕμνοις τιμήσωμεν, Χριστοφόρον τὸν ἔνδοξον. Σήμερον γὰρ ὡς ἑωσφόρος ἀνέτειλε, καὶ καταφωτίζει τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ, ἐπιτελούντων τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.


Καὶ νῦν. Τῆς Ἑορτῆς


Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἰωήλ. Ἦχος γ΄. Θείας πίστεως.

Ῥείθροις αἵματος, πεφοινιγμένος, πρὸς τὰ δώματα, τῶν Ἀθλοφόρων, ἀπὸ γῆς μετετέθης μακάριε, ὡς γὰρ ἀμνὸς Χριστοφόρε ἀμώμητος, ὑπὲρ Χριστοῦ τὴν σὴν κάραν ὑπέκλινας, Μάρτυς ἔνδοξε, ἀεὶ τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Δόξα. Ἕτερον τοῦ Μηναίου. Ἦχος δ' Ταχὺ προκατάλαβε.

Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου.


Καὶ νῦν. Τῆς ἑορτῆς


Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Μυρίας ἀπειλάς, κατεφρόνησας Μάρτυς, τῷ ξίφει τοῦ Σταυροῦ, ὁπλισθεὶς Χριστοφόρε, φλογὸς γὰρ ἀπεμάρανας, ἀσινῶς τὴν ἐκπύρωσιν, νοτιζόμενος, τῇ θείᾳ δρόσῳ Κυρίου, Ὃν ἱκέτευε, ταῖς σαῖς ἁγίαις πρεσβείαις, ὑπὲρ τῶν τιμώντων σε.


Δόξα. Ὅμοιον.

Ὦ θαύματος φρικτοῦ, Χριστοφόρος ὁ θεῖος, χιτώνιον χαλκοῦν, πυρωθὲν ὑπ’ ἀνόμων, ἐνδύεται στεῤῥότατα, διαμένων ἀλώβητος, δι’ ὃ ἅπαντες, δοξολογοῦσι τὸν Κτίστην, ὁρῶντες τὸν Μάρτυρα.


Καὶ νῦν. Τῆς ἑορτῆς.


Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνη σήμερον.

Ὡς ἀρνία ἀκάκα, ξίφει σφαγέντα, μετὰ σοῦ ἐνήθλησαν, ἐκ τῶν συνόντων σοι πολλοί, ὅθεν τανῦν συγχορεύουσι, τοῖς πρωτοτόκοις, Χριστοῦ οἱ πανάριστοι.


Δόξα. Ὅμοιον.

Ἀσελγῶν ἠλλοίωσας, γυναίων ἦθος, Χριστοφόρε ἔνδοξε, ἱερολόγῳ διδαχῇ, τῆς τρισηλίου θεότητος, ἀποξηράνας, εἰδώλων μυθεύματα.


Καὶ νῦν. Τῆς ἑορτῆς.


Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὸ κάλλος τὸ ἄῤῥητον τῆς φωταυγοῦς σου μορφῆς, Σωτὴρ περιήστραψε, τοῦ Χριστοφόρου ψυχήν, ὑπὲρ τὸν ὁρώμενον, ὅθεν καὶ τῶν τυράννων, φυγαδεύει τὸ θράσος, φλέγει δὲ τῶν δαιμόνων, φρυγανώδη ἀπάτην, διόπερ Χριστέ, ἀεὶ εὐλογοῦμέν σε.


Δόξα. Καὶ νῦν.Τῆς ἑορτῆς


Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.


Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου.


Ὁ Ν΄ Ψαλμός.


Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...


Ἰδιόμελον.Ἦχος πλ. β΄. Στ.:Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Σήμερον ὁ Μάρτυς ξίφει τελειοῦται, καὶ καταισχύνης ὁ βρόχος συσφίγγει τὸν Βελίαρ. Σήμερον ὀρύξας τάφον, ὁ τῶν δημίων ἀπάνθρωπος τύραννος, ἐν αὐτῷ καταβαίνει. Σήμερον ὁ οὐρανὸς τὸν Μάρτυρα πανδημεὶ ὑποδέχεται, καὶ ἡ γῆ πιαίνεται, τοῖς ῥείθροις τῶν αἱμάτων. Διὸ πάντες Χριστοφόρε, τὸ χαῖρε προσφωνοῦμεν λέγοντες· χαίροις Μάρτυς ἀήττητε.


Οἱ Κανόνες· ὁ Ἀναστάσιμος· καὶ β΄ τοῦ Ἁγίου.


Ὁ α΄ τοῦ Ἁγίου, ἐκ τοῦ Μηναίου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἄσομαί σοι Κύριε.

Δεῦτε πάντες σήμερον χριστοφόροι, τοῦ Χριστοφόρου τὴν μνήμην, τοῦ τῆς ἀληθείας, Μάρτυρος θεόφρονες, εὐσεβῶς ἀνυμνήσωμεν.


     Ἀνδρείως ἠγωνίσω κατὰ τῆς πλάνης, καὶ τὰς Τυράννων ἀπειλάς, Μάρτυς ἀθλοφόρε, ἰσχὺϊ ῥωννύμενος, τοῦ Σταυροῦ κατεπάτησας.


Ἕτερος, τοῦ Ἰωήλ, οὗ ἡ ἀκροστιχίς: Τοῦ Χριστοφόρου ἄγομεν μνήμην ὕμνοις.


ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Τοὺς ποταμοὺς τῶν αἰμάτων σου Ἀθλητά, ἀνυμνείσθω σήμερον, πᾶσα γλωσσῶν γηγενῶν, ἐν ᾠδαῖς καὶ ὕμνοις ψαλμικῶς, Χριστοφόρε τοῦ Χριστοῦ, τὸ θεῖον σφάγιον.


Ὁ θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ τῆς πλάνης φρύαγμα, ἀνασπάσας ἀνδρικῶς, μετετέθης Μάρτυς πρὸς μονάς, Βασιλείας τῆς καινῆς, θεοφορούμενε.


Ὑπομονῆς τὸ κειμήλιον ἀληθῶς, Χριστοφόρε ἔνδοξε, ἀνεδείχθης ἐν δεινοῖς, καὶ φωτὶ τῷ θείῳ λαμπρυνθείς, τῶν εἰδώλων σκοτασμόν, μάκαρ ἐδίωξας.


Θεοτοκίον.

Χαῖρε Μαρία Κυρία πάντων ἡμῶν, χαῖρε Κόρη ἄσπιλε, χαῖρε Μῆτερ τῆς ζωῆς, χαῖρε ἄστρον ἄδυτον βροτῶν, χαῖρε ὄρος τοῦ Θεοῦ τὸ ἀλατόμητον.


ᾨδὴ γ΄. Τόξον δυνατῶν.

Ὅπλῳ τοῦ Σταυροῦ φραξάμενος, Μάρτυς Ἀθλοφόρε, τὰς ἀλγηδόνας ὑπέμεινας, ἀενάως τῷ ποθουμένῳ, ἐντρυφῶν καὶ ἀγαλλόμενος.


Σάρξ μὲν αἰκισμοῖς ἐτέμνετο, ἡ θεοφιλὴς δέ σου ψυχή, δι' ἀγάπης ἐτρέφετο, μελετῶσα τῆς βασιλείας, Χριστοφόρε τὴν ἀπόλαυσιν.


Ἕτερος. Οὐκ ἔστιν Ἅγιος.

Ῥυσθῆναι μάκαρ τῶν κακῶν, ἐπεπόθεις εἰδώλων, καὶ δεινῆς τυραννίδος, διαῤῥῆξαι τοῦ Σατᾶν, διό σοι ὤφθη Σωτήρ, κατηφείας πάσης σε λυτρούμενος.


Ἱλὺν ἀτόπων ἡδονῶν, τῶν φυσάντων γονέων, καὶ τῶν σῶν προπατόρων, ἐκτινάξας πρὸς τὸ φῶς, τὸ ἄκτιστον γεγηθώς, Χριστοφόρε ἔνδοξε προσέδραμες.


Σταυροῦ δυνάμει θαυμαστῶς, τοῦ Βελίαρ τοὺς πλόκους, καταλύσας παμμάκαρ, ἐδειγμάτισας αὐτόν, σὺν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ψυχήν σου Μάρτυς ἠλευθέρωσας.


Θεοτοκίον.

Τῷ κράτει Μῆτερ τῶν παθῶν, ῥιπισθεὶς ἐν τῷ λάκκῳ λογισμῶν τῶν κακούργων, καταβέβηκα Ἁγνή, καὶ ἐν ὀδύνῃ βοῶν, νοητῶν δρακόντων με ἐξάρπασον.


Κάθισμα. Τοῦ Μηναίου. Ἦχος πλ. δ'.Τὴν Σοφίαν καὶ Λόγον.

Εὐσεβείας τὴν γνῶσιν καταλαβών, ἀγνωσίας τὸν ζόφον ἀποβαλών, Μάρτυς κατεπάτησας, τὸν ἀρχέκακον ὄφιν, τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων ἔσβεσας, τὸ ἄθεον φρύαγμα· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὸν στέφανον, καὶ παρέχεις ἰάματα, Χριστοφόρε πολύαθλε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,ωτοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.


ᾨδὴ δ΄. Τῆς σῆς ἐπὶ γῆς παρουσίας.

Τῶν οὐρανῶν τὴν κληρουχίαν Μάρτυς εἴληφας, ἐπὶ γῆς ὑπὲρ Χριστοῦ ἀγωνισάμενος, καὶ τῶν εἰδώλων ἔσβεσας, πλάνην ἀνδρικῶς δεισιδαίμονα.


Τῶν γυναικῶν σοι τὴν πεῖραν Μάρτυς προσέφερεν, ὡς Ἀδὰμ τῷ Προπάτορι, ὁ ὄφις ποτέ, ἀλλ' ἡττηθεὶς ᾐσχύνετο, βρόχους καθεαυτοῦ τεκταινόμενος.


Ἕτερος. Χριστός μου δύναμις.

Ὃν πάντα ἔτρεμον, βροτῶν συστήματα, πρὸ τῶν ἄθλων θαμβοῦται τῶν σῶν σοφέ, σοῦ φωνοῦντος Ἅγιε· τῷ σταυρωθέντι δι’ ἡμᾶς, πρέπει πᾶσα ἡ προσκύνησις.


Φωτὶ τῆς χάριτος, Σωτὴρ κατηύγασας, τὴν ψυχὴν Χριστοφόρου θεοπρεπῶς, πᾶσαν τὴν σκοτόμαιναν, τῶν φθισιμβρότων διδαχῶν, ἐκφαυλίσας ὡς Φιλάνθρωπος.


Ὁ γῆν καὶ θάλασσαν, δρακί Σου Κύριε, περιέπων ἀκόπως ὡς πλαστουργός, τὰ μηχανουργήματα, τοῦ ἀρχεκάκου πτερνιστοῦ, ἀπὸ τοῦ Μάρτυρος ἀπέστησας.


Θεοτοκίον.

Ῥευστὴν καὶ βρότειον, τὴν φύσιν εἴληφε, ὁ Υἱός Σου Παρθένε ξενοπρεπῶς, καὶ θεώσας πρόσλημμα, δι’ εὐσπλαγχνίαν ὡς Θεός, ταύτην ἄῤῥευστον ἀνέπλασε.


ᾨδὴ ε΄. Τὸν φωτισμόν Σου Κύριε.

Τῷ φωτισμῷ τῆς πίστεως, σαφῶς ἐζώγρησας λαούς, καὶ τὴν μανίαν ἀθέων τυράννων ἔλυσας, ἐνδεδυμένος τὴν ἐξ ὕψους ἐνέργειαν.


Οὐρανῶν ὡς προέκρινας, ἀπόλαυσιν σαφῶς, τῆς ἐπιγείου, σοφὲ Χριστοφόρε, ἔφερες στεῤῥῶς βασάνων πόνους, τῷ Σταυρῷ δυναμούμενος.


Ἕτερος. Τῷ θείῳ φέγγει Σου Ἀγαθέ.

Ὀθνεῖον τὸ δόγμα καὶ μωρόν, τῶν παρανομούντων δυναστῶν, τοῖς πιστοῖς μάκαρ ἐδήλωσας, ἐλευθέρᾳ Μάρτυς φωνῇ, ὡς θεῖον πτηνόν, ὁδὸν τῆς σωτηρίας αὐτοῖς δεικνύμενος.


Ὑπὸ ῥημάτων τῶν σῶν ποτέ, τῶν πορνευομένων ξυνωρίς, πρὸς σωτηρίας τὸν δίαυλον, ἐκ τοῦ λάκκου ἤχθη θηρῶν, τῶν ὄντως δεινῶν, παθῶν τῶν ψυχολέθρων, τοῦ κοσμοκράτορος.


Θεοτοκίον.

Γενοῦ τοῖς μέροψι βοηθός, ὡς ἐν τῷ πελάγει ὁ φανός, καὶ τῆς ψυχῆς τὸ κλυδώνιον, ταῖς λιταῖς Σου Κόρη Ἁγνή, ἀπέλασον νῦν, διό Σε ὁμοφρόνως, καθικετεύομεν.


ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.

Οὐ πρὸς αἷμα, οὐ πρὸς σάρκα τὴν πάλην ἀράμενος ὁ γενναῖος, ἀλλ' ἀρχὰς ἐτροποῦτο καὶ δαίμονας, ἀοράτῳ σθένει, τοῦ Υἱοῦ τοῦ Θεοῦ κρατυνόμενος.


Ἀγαπήσας,ωεὐπρεπῶς ὀρεκτῶν τὴν ἀκρότητα, Ἀθλοφόρε, οὐκ ᾐσθάνου τῶν πόνων ξεόμενος, τὴν διανοίαν σου, ἐπερείδων ἀεὶ τῷ Δεσπότῃ σου.


Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.

Ὡς στῦλος ἀκλόνητος, τὰς πυρώσεις ὑποστάς, τοὺς αἰκισμοὺς τοῦ σώματος, καὶ χαλκοῦν ἱματίδιον, ἀκρατῶς ἐβόας· ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.


Μαινέσθω τὰ κύματα, ἀθεΐας τὰ πυκνά, πολυθεΐας πέπτωκε, τῶν σεβασμάτων, ἅπαντα τὰ γλυπτά, ῥοῇ τῶν αἱμάτων σου, Χριστοφόρε Μαρτύρων ἰσοστάσιος.


Ἐνθέως τὴν ἄτολμον, συμμορίαν ὁπλιτῶν, φωταγωγήσας ἔνδοξε, τοῦ τυράννου κατέλυσε μηχανάς, καὶ πάντα τὰ σκάμματα, Χριστοφόρε Ἀγγέλων ὁμοδίαιτε.


Θεοτοκίον.

Νεφέλη ὁλόφωτε, καὶ αὐγὴ ὡς μυστική, δικαιοσύνης Ἥλιον, τῆς Βασιλείας Μῆτερ τῶν Οὐρανῶν, ἀσπόρως ἐκύησας, τῶν βροτῶν καινουργήσασα τὸ φύραμα.


Κοντάκιον.Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Τομαῖς σπαθισθείς, καὶ ἄθλοις ἐγκοσμούμενος, τυράννου ἰσχύν, ἐκ ῥίζης ἀνέσπασας, Χριστοφόρε χάριτι,ὅθεν πάντα τὰ λίθινα, τῷ σῷ αἵματι ἔπληξας, ὡς Μάρτυς ἀήττητος πανόλβιε.


Οἶκος.

Ῥιζοτομήσας τῆς πλάνης τὸ δαιμονῶδες γαυρίαμα, καὶ ὁλοκαρδίως ποθήσας, τῆς κάρας τὴν ἔκτμησιν, ἔκλινας τὸν αὐχένα, Ἀθλητὰ τοῦ Χριστοῦ πανεύφημε. Σὺ γὰρ ὁλοκάρπωμα γέγονας, προσκομίζων τὸ ἴδιον αἷμα τῷ σῷ Δεσπότῃ φαιδρῶς, διὸ ἐμβατεύεις εἰς οὐρανοὺς μετὰ τῶν Μαρτύρων συναγαλλόμενος καὶ κοινωνῶν τῆς λαμπρότητος τοῦ Κυρίου· ὅθεν μὴ παύση πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε Χριστοφόρε, ὡς Μάρτυς ἀήττητος πανόλβιε.


Συναξάριον.

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.


Τὸν Χριστοφόρον οἶδά σε Χριστοφόρος,

Χριστῷ τυθέντα τῷ Θεῷ διὰ ξίφους.

Φασγάνῳ ἀμφ’ ἐνάτῃ Χριστοφόρος ἀπῆρε βίου.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ΄. Ἀβραμιαῖοί ποτε.

Τῆς μαρτυρίας ὁδόν, τῇ καρτερίᾳ τρέχων, ὁ Χριστοφόρος τὰ οὐράνια, πολεύει σκηνώματα· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.


Τῆς ἀσεβείας φλόγα, τῆς εὐσεβείας δρόσῳ, ὁ Χριστοφόρος κατεμάρανε, καὶ ὕμνοις ἐκραύγαζεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.


Ἕτερος. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Μολυσμοῖς τοῖς ἀσελγεῖς ἀμαυρώσασα, κάλλος θεουργηθείσης στολῆς, ἡ δυὰς ἀσέμνων γυναίων, Μάρτυς ὑπὸ σοῦ, ἐπείσθη βοῆσαι θαυμαστῶς· Εὐλογητὸς εἶ ὁ Θεό, ὁ τῶν Πατέρων ἡμῶν.


Νῦν Βελίαρ καθηρέθη τὸ γαυρίαμα, ὄμβροις τῶν σῶν αἱμάτων πνιγείς, ὡς ὁπλίτης γὰρ Χριστοφόρε, ἔθλασας αὐτοῦ, τὴν κάραν βοῶν σεμνοπρεπῶς· Εὐλογητὸς εἶ ὁ Θεό, ὁ τῶν Πατέρων ἡμῶν.


Ἡ ἑδραία καταβάλλει σου πεποίθησις, τὸ σθένος τῶν ἀθέων βροτῶν, τοὺς συνόντας δὲ πρὸς τὰ κρείττω, ὤφθης ποδηγῶν κραυγάζων θεόφρον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.


Θεοτοκίον.

Μακαρία ἡ κοιλία ἡ βαστάσασα, τὸν Λόγον τοῦ ἀνάρχου Πατρός, μελωδήσασα ἐκ τοῦ πλήθους πάλαι τῶν πιστῶν, γυνή τις ἐδίδαξε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.


ᾨδὴ η΄. Οἱ ἐν Βαβυλῶνι παῖδες.

Τὸ τῆς εἰδωλομανίας, θρασέως προσρηγνύμενον κῦμα, Μαρτύρων προσεθραύσθη στεῤῥαῖς, ἀντιτύποις ἐνστάσεσι, τῶν ὑπὲρ Χριστοῦ ἑλομένων, κινδύνους καὶ μελπόντων αὐτῷ· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.


Βασιλικὴν ἁλουργίδα, βαφεῖσαν ἐξ αἱμάτων σου Μάρτυς, ὡραίως ἐνδυσάμενος νῦν, Χριστοφόρε ἀήττητε, Ἀγγέλων χοροῖς συγχορεύεις, καὶ συμμέλπεις τῷ Κτίστῃ σου· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.


Ἕτερος. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Ἠ σορὸς τῶν τιμίων μάκαρ λειψάνων σου, ὑπὸ Πέτρου τοῦ θύτου καθωραΐζεται, μύροις τοῖς τερπνοῖς, δι’ ὃ πάντες ἐκραύγαζον· ἀνυμνολογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.


Νοερῶν αἱ δυνάμεις ὑπερεθαύμασαν, τῶν σῶν ἄθλων ἰδοῦσαι τὸ καρτερόψυχον, Μάρτυς τοῦ Χριστοῦ, καὶ ἐν θάμβει ἀνέμελπον· ἀνυμνολογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.


Ὑπὸ μάλης λαμπάσι ποτὲ ἐφλέγεσο, ἀλλ’ ἡ δρόσος ἡ ἄνωθεν τοῖς σοῖς καύμασι, θεῖον γλυκασμόν, Χριστοφόρε ἐπέσταξε· ὅθεν ὑμνολογεῖς Χριστὸν εἰς τοὺς αἰῶνας.


Θεοτοκίον.

Μαριὰμ Σοῦ τὸ ἄσπιλον ὑπερκείμενον, νοῶν πάντων ὑπάρχει Θεοχαρίτωτε, ὅθεν τῶν βροτῶν, ἡ χορεία κραυγάζει Σοι· ἀνυμνολογοῦμεν Υἱόν Σου Θεοτόκε.


ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς.

Στέφανον ὡς νικητὴς λαμπρὸν δεξάμενος, Χριστοφόρε παναοίδιμε, συμβασιλεύεις τῷ Δεσπότῃ, τῷ σὲ ἐν ταῖς βασάνοις κρατύναντι, καὶ χεῖρα ζωηφόρον ὀρέξαντι, καταπαλαῖσαι τὸν ἀρχέκακον.


Αἵματι μαρτυρικῷ φαιδρῶς λουσάμενος, κατηυγάσθης Ὑπερένδοξε, νῦν δὲ παρθένων ἐν νυμφῶνι, σὺν τῷ νυμφίῳ χαίρων εἰσέδραμες, εἰρήνην δὲ τῷ κόσμῳ αἰτούμενος, μὴ διαλίπῃς Μάρτυς ἔνδοξε.


Ἕτερος. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Νοὸς τρισμάκαρ, τὸν ζόφον λέλυσο καὶ τὴν πυκνὴν ὁμίχλην ὀφλημάτων ἀπέλασον, ἀφ’ ἡμῶν τῶν σήμερον βοώντων πιστῶς, σὸν ὕμνον Χριστοφόρε, ὅθεν εἰκόνι σου, πίστει παρεστῶτες τὸν αὐχένα ὑποκλίνομεν.


Ὀφθεὶς τῷ κάλλει Χριστὲ προσώπου Σου, ὃ οὐ τολμᾷ ὁ δῆμος τῶν Ἀγγέλων θεάσασθαι, Χριστοφόρου ψυχὴν περιήστραψας, πᾶσαν μηχανουργίαν, τοῦ πολεμήτορος, σὺν ταῖς κακουργίαις δυναστῶν κατατροπούμενος.


Ἰᾶται πάνας σεμνὲ ἡ κλῆσίς σου, τῶν ἁμαξῶν ὑπάρχει ἡ λυχνία ἀείφωτος, τῆς πανώλους ἐστὶν ἡ ἀφάνεια, λύμης τε ἀνιάτου τὸ καθαρτήριον, καὶ τῶν δαιμονώντων ἐλατὴρ θεομακάριστε.


Θεοτοκίον.

Σαρκός Σου Μῆτερ Παρθένε φύραμα, ὁ τῷ Πατρὶ ὁμότιμος Υἱὸς καὶ τῷ Πνεύματι, δανεισθεὶς τῇ χάριτι, λαμπρύνεις Ἁγνή, φύσιν τὴν ἡμετέραν, τὴν ἁμαρτήμασιν, ὅλως σκοτισθεῖσα, συνεργείᾳ τοῦ πτερνίσαντος.


Ἐξαποστειλάρια. Ὁ οὐρανὸς τοῖς ἄστροις.

Πεφοινιγμένην χλαῖναν, τοῖς τῶν αἰμάτων σου κρουνοῖς, περιβληθεὶς Χριστοφόρε, νικητικῶς εἰς τὰς μονάς, τῶν Οὐρανῶν μετετέθης, ὡς στεφανίτης Κυρίου.


Πεπυρσευμένος Μάρτυς, τῷ θείῳ ἔρωτι Χριστοῦ, αὐτοθελῶς προσκομίζεις, τῷ σῷ Δεσπότῃ σεαυτόν, ὡς ὁλοκάρπωμα θεῖον, ὦ Ἀθλητὰ Χριστοφόρε.


Καὶ τὸ τῆς Ἐορτῆς.


Εἰς τους Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἡ τοῦ Χριστοῦ Ἐκκλησία λαμπρῶς ἀγάλλεται, ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ κλεινοῦ Χριστοφόρου, τῆς πλάνης γὰρ τὸ δένδρον ῥιζοτομῶν, τῶν ἀθέων σεβάσματα, καὶ τοῦ τυράννου τὸ θράσος τὸ μανικόν, θεοφρόνως ὑπεσκέλισε.


Τοῖς φεγγοβόλοις σου λόγοις νοὸς τὸ ἄστατον, τῶν πορνικῶν γυναίων, καὶ δημίων ἰθύνας, πρὸς τρίβον σωτηρίας τὴν ἀσφαλῆ, καὶ πολλῶν ὁμοφρόνων σοι, ἐπιστηρίξας τὴν πίστιν εἰς τὸν Χριστόν, πρὸς τὰ σκάμματα ἐχώρησας.


Κολαστηρίων ἀφάτων τὰ κινδυνεύματα, τῇ θεοψίᾳ Μάρτυς, τοῦ προσώπου Κυρίου, παμμάκαρ ἐνηδόμενος θαυμαστῶς, ὡς τὸ ἄσειστον τείχισμα, ἐν τῷ σταδίῳ συνέτριψας κραταιῶς, Χριστοφόρε πανσεβάσμιε.


Ὁλοκαρδίως τὸ αἷμα τὸ σὸν πανόλβιε, ὑπὲρ Χριστοῦ ἐκχύσας, τῶν δαιμόνων τὰ στίφη, ἐπόντισας ὡς πάλαι τὸν Φαραώ, τῇ δυνάμει ὁ Κύριος, καὶ συμπολίτης Μαρτύρων ἐν οὐρανῷ, ἀνεδείχθης παναοίδιμε.


Δόξα. Ἦχος πλ. α΄.

Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων, βοήσωμεν τῷ πνεύματι, ψαλμικῶς δὲ πανηγυρίσωμεν, τῇ χαρμοσύνῳ μνήμῃ τοῦ Ἀθλοφόρου Χριστοῦ. Βασιλεῖς καὶ ἄρχοντες συνελθέτωσαν, καὶ τὸν στεφανίτην τιμάσθωσαν ἐν ὕμνοις, ὡς τὸ σκότος λύσαντα, τῶν σεβασμάτων ψευδῶν θεῶν, τῇ ἰσχύϊ τοῦ Παρακλήτου. Φιλεόρτων τὰ συστήματα, τὸν τῆς Ἐκκλησίας τροπαιοφόρον ὁπλίτην, συνδραμόντες εὐφημήσωμεν· εὐσθενείας τὸν θησαυρόν, τῶν ἀσθενῶν θεραπείαν, τῆς πολυθεΐας τὴν λύσιν, τὸν τρόμον τῶν γλυπτῶν θεῶν, τὴν ἡδύφθογγον τῆς εὐσεβείας λύραν, τὸν καθαιρέτην δεινοῦ βελίαρ, τὸν ποταμὸν τῶν πολλῶν χαρίτων, ἁπάντων τῶν γηγενῶν ἰατρὸν ἄριστον, Μάρτυρα τοῦ Κυρίου, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Χριστοφόρε θεόληπτε, ἐμφρούρησον ἡμᾶς τῇ σῇ ἐπιστασίᾳ καὶ πρέσβευε τῷ σῷ Δεσπότῃ, ὑπὲρ τῶν τιμώντων σε.


Καὶ νῦν. Τῆς Ἑορτῆς.


Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ


Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδή.


Ἀπόστολος καὶ Εὐαγγέλιον τοῦ Ἁγίου Γεωργίου.


Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.


Μεγαλυνάριον.
Χαίροις Ἀθλοφόρων ἡ καλλονή, χαίροις τροπαιοῦχε καὶ ἐν Μάρτυσι θαυμαστέ, χαίροις Χριστοφόρε, Χριστοῦ ὁ στεφανίτης, καὶ πάντων τῶν Ἀγγέλων ὁ ὁμοδίαιτος.

πηγή:orthodoxhymnography.blogspot.gr

Ο Ναός μας εξωτερικά

Κυριακή στην Ενορία - Αφιέρωμα στον Ι.Ν. Αγίων Αντωνίου & Χαραλάμπους εις Κρύα Ιτεών Πατρών

ΕΘΝΙΚΟΣ ΥΜΝΟΣ - Εξωτερικά πλάνα Ναού

Ο ΝΑΟΣ ΜΑΣ ΕΞΩΤΕΡΙΚΑ (παλαιότερο video)


Θείες Λειτουργίες εβδομάδος

Θείες Λειτουργίες εβδομάδος
Κυριακή 28/7

Λαμπρὰ Ἐγκαίνια τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀντωνίου στὴν περιοχὴ Κρύα Ἰτεῶν Πατρῶν

Λαμπρὰ Ἐγκαίνια τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀντωνίου στὴν περιοχὴ Κρύα Ἰτεῶν Πατρῶν
Καντε κλικ στη φωτογραφία για να εμφανισθεί το θέμα

Ἐτελέσθησαν τὰ θυρανοίξια στὸν νεόδμητο Ἱερὸ Ναὸ τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου στὰ Κρύα Ἰτεῶν

Ἐτελέσθησαν τὰ θυρανοίξια στὸν νεόδμητο Ἱερὸ Ναὸ τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου στὰ Κρύα Ἰτεῶν
Καντε κλικ στη φωτογραφία για να εμφανισθεί το θέμα

συνταγή για Πρόσφορο

συνταγή για Πρόσφορο
Καντε κλικ στο πρόσφορο και διαβάστε

Πώς θα βρείτε το Ναό μας

Ασματική Ακολουθία Οσίου Πατρός Αντωνίου του Μεγάλου

Ασματική Ακολουθία Οσίου Πατρός Αντωνίου του Μεγάλου
Καντε κλικ στην εικόνα για να την κατεβάσετε

Ασματική Ακολουθία Αγίου Ιερομάρτυρος Χαραλάμπους

Ασματική Ακολουθία Αγίου Ιερομάρτυρος Χαραλάμπους
Καντε κλικ στην εικόνα για να την κατεβάσετε