Αναζήτηση θεμάτων ιστολογίου
Συναξάριον
οι δημοφιλείς αναρτήσεις της εβδομάδος
Blog Archive
- 2024 (14)
- 2023 (72)
- 2022 (249)
- 2021 (450)
- 2020 (682)
- 2019 (811)
- 2018 (820)
- 2017 (901)
- 2016 (1063)
- 2015 (1348)
- 2014 (1414)
- 2013 (2210)
- 2012 (1652)
- 2011 (318)
- 2010 (42)
Από το Blogger.
Τρίτη 9 Νοεμβρίου 2010
00:51
|
Ανώνυμος
|
Print PDF
Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος ὡς συνήθως, καὶ τὸ ἑξῆς· Ἦχος πλ. δ´. Ὁ ὑψωθεις ἐν τῷ Σταυρῷ.
Τὸν ἐπομβρίζοντα
ἰάματα πᾶσι, δεινῶς νοσοῦσι καὶ σκεδάζοντα πάντων, τῶν ἀλγηδόνων
ζόφωσιν πιστοί, ἐκτενῶς μέλψωμεν Νεκτάριον τὴν πηγὴν τῶν θαυμάτων, καὶ αὐτῷ προσπέσωμεν πίστει ἐν Καμαρίζῃ, ἀναβοῶντες· πέμψον σαῖς λιταῖς, ἡμῖν
ὑψόθεν Θεοῦ πάτερ ἔλεος.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου
λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ
γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς
ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ
ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Νεκτάριε, κούφισον
ἡμῶν ἀλγηδόνας. Χ. Μ. Μ.
Ωδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Νεκτάριε πάτερ
θαυματουργέ, κρουνὲ
θαυμασίων, πολυχεῦμον
ταῖς σαῖς λιταῖς, προσφύγων σου πράϋνον τὰ ἄλγη,
ὡς ἰατρὸν τῶν τιμώντων σε ἄριστον.
Ἐξ ὕψους Νεκτάριε θαυμαστέ, τὴν σὴν εὐλογίαν, προστασίαν καὶ ἀρωγήν,
κατάπεμψον τάχος ἐπὶ πάντας, ἐν Καμαρίζῃ σὲ
πόθῳ γεραίροντας.
Κατάπαυσον
πάθη τὰ ζοφερά, Νεκτάριε
μάκαρ, τῶν σπευδόντων σῇ ἀρωγῇ, καὶ θείῳ ναῷ σου προσιόντων, ἐν Καμαρίζῃ Λαυρίου πανεύφημε.
Θεοτοκίον.
Ταχὺ νοσημάτων φθοροποιῶν, δεινῶν ἀλγηδόνων,
καὶ στενώσεως ψυχικῆς, ἐκλύτρωσαι Κεχαριτωμένη, τοὺς εὐσεβεῖς Νεκταρίου ἐντεύξεσιν.
Ωδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἀναβλύζεις ἀπαύστως τὸν γλυκασμὸν ἅπασι,
γευομένοις βίου πικρίας, μάκαρ Νεκτάριε, καὶ προσιοῦσι πιστῶς, ἐν Καμαρίζῃ Λαυρίου, προσκυνήσαι χάριτος, σοῦ τὸ
ἐκτύπωμα.
Ῥαντισμῷ εὐσπλαγχνίας
τοὺς σοὶ πιστῶς σπεύδοντας, πάντοτε ἁγίασον πάτερ χάριτος σκήνωμα, ὁ διασώσας πιστούς, ἐκ δυστυχήματος πάντας, Χαλκιδεῖς προστρέχοντας σῷ προσκυνήματι.
Ἰαμάτων ὑπάρχεις παντοδαπῶν χείμαῤῥος, ἰατρὲ ψυχῶν καὶ σωμάτων πάνυ Νεκτάριε, ὁ θεραπεύσας ταχύ, ἐξ ἀνιάτου
καρκίνου, ἱερέα φέροντα, κλῆσιν τὴν θείαν σου.
Θεοτοκίον.
Ἐλεήμονος Λόγου,
τοῦ Παντουργοῦ Κτίσαντος, Μῆτερ γλυκυτάτη Παρθένε πᾶσι κατάπεμψον, ἐλέη τοῦ σοῦ Ὑἱοῦ, τοῖς μεγαλύνουσι πόθῳ, σὲ καὶ μακαρίζουσι θεῖον Νεκτάριον.
Ἰάτρευσον, τοὺς ἀσθενοῦντας βαρέως καὶ ἀνιάτως,
τῇ δοθείσῃ σοι δαψιλῶς Νεκτάριε χάριτι, καὶ πράϋνον πάντων τὰς ἀλγηδόνας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ
τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα, Ἦχος β΄. Πρεσβεία θερμή.
Τοὺς σοὶ εὐλαβῶς προσφεύγοντας Νεκτάριε, καὶ χάριν τὴν σὴν ζητοῦντας ἀπολύτρωσαι, κατωδύνων θλίψεων, ἐνεδρῶν τοῦ πλάνου ἀλάστορος, ἀσθενειῶν παντοίων καὶ δεινῶν, κινδύνων ὡς ἄγαν
εὐσυμπάθητος.
Ωδὴ δ´. Εἰσακήκοα, Κύριε.
Καμαρίζης ὡράϊσμα, ἰαματικήν σου δεικνύεις ἅπασιν, εὐσεβέσι χάριν ἅγιε, ἰατρὲ θεόσδοτε Νεκτάριε.
Ὁ ἀνοίγων τὰ ὄμματα,
ἀόμματων δέξαι ἡμῶν
τὴν δέησιν, καὶ ψυχῶν ἡμῶν τὰ ὄμματα,
ἄνοιξον ὁρᾶν
αὐτῶν
συμφέροντα.
Ὑπερόπτας ἱκέτας σου, σχέσεων προσύλων σοφὲ Νεκτάριε, δεῖξον πάντας τοὺς προστρέχοντας, τῷ ἐν
Καμαρίζῃ θείῳ οἴκῳ σου.
Θεοτοκίον.
Φωτοδότου
Παντάνακτος, Μῆτερ σκοτομήνην ἡμῶν
διάλυσον, τῶν παθῶν καὶ φῶς
ἀνάτειλον, πᾶσι σωφροσύνης καὶ συνέσεως.
Ωδὴ ε´. Φώτισον ἡμᾶς.
Ἴδε τοὺς πιστῶς, καταφεύγοντας σῇ χάριτι, καὶ παράσχου τὴν ὑγίειαν
ψυχῶν, καὶ σωμάτων πᾶσιν Ὅσιε Νεκτάριε.
Σὲ τὸν
ἰατρόν, τοῦ καρκίνου ἱκετεύομεν· ῥῦσαι πόνων τοῦ καρκίνου ἀλγεινῶν, αἰτουμένους σὴν ἀντίληψιν,
Νεκτάριε.
Ὁ θεραπευτής, τῶν προσφύγων σου Νεκτάριε, καὶ ταχὺς τῶν ἰατήρων
χειρουργῶν, βοηθός, πιστοῖς παράσχου τὴν ὑγίειαν.
Θεοτοκίον.
Νίκας κατ᾿ ἐχθρῶν, ἀοράτων ἐπιβράβευσον, τοῖς σοῖς δούλοις Θεοτόκε ἀγαθή, Νεκταρίου τοῦ Ὁσίου
παρακλήσεσι.
Ωδὴ στ´. Τὴν δέησιν.
Ἡ χάρις σου,
διατρέχει ἅπασαν, τὴν ὑφήλιον
Νεκτάριε μάκαρ, καὶ
διασῴζει ἐκ βλάβης παντοίας, τοῦ πονηροῦ ζοφερῶν περιστάσεων, καὶ ἀλγηδόνων
χαλεπῶν, τοὺς πιστῶς σε καλοῦντας ἑκάστοτε.
Μελίῤῥύτον, ὕμνον σοι προσάγομεν, τῷ σεπτῷ ἐν
Καμαρίζῃ ναῷ σου, οἱ εὐλαβῶς προσιόντες καὶ πίστει, τὴν σὴν μορφὴν προσκυνοῦντες Νεκτάριε, ἐξ ἧς
ἐκχέονται ἀεί, ποταμοὶ θαυμασίων πολύῤῥυτοι.
Ὡς πρόμαχον, ἀρωγὸν καὶ φύλακα, σὲ κατέχοντες Νεκτάριε μάκαρ, τῇ σῇ
ἑκάστοτε σπεύδομεν σκέπῃ καὶ ἀρωγήν
σου θερμὴν ἐκδεχόμεθα, βοῶντες· ῥῦσαι συμφορῶν, καὶ κακώσεων πάντας ἱκέτας σου.
Θεοτοκίον.
Νεκτάριον, νῦν τὸν θαυματόβρυτον, μακαρίζοντες τὸν φίλον Υἱοῦ
σου, μονογενοῦς καὶ Σωτῆρος τοῦ κόσμου, σὲ μεγαλύνομεν Θεογεννήτρια, χριστιανῶν καταφυγή, καὶ βοήθειαν σὴν ἐκδεχόμεθα.
Ἰάτρευσον, τοὺς ἀσθενοῦντας βαρέως καὶ ἀνιάτως,
τῇ δοθείσῃ σοι δαψιλῶς Νεκτάριε χάριτι, καὶ πράϋνον πάντων τὰς ἀλγηδόνας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα,
μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἰαμάτων
ἀπύθμενον πέλαγος, καὶ νεαυγῶν ἰατήρων
ἀκρότητα, ἐγκωμιάσωμεν πόθῳ Νεκτάριον, ὡς δωρεῶν οὐρανίων μυράλειπτρον, καὶ νέκταρ χαρίτων ἡδύγευστον.
Προκείμενον: Οἱ
ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Εὐαγγέλιον κατὰ Ἰωάννην
(Κεφ. Ι΄ 9-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ
ἐάν τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται,
καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται
εἰ μὴ
ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ, ἐγὼ ἦλθον
ἵνα ζωήν ἔχωσι καὶ περισσὸν ἔχωσιν.
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ
καλός. Ὁ ποιμὴν ὁ
καλός, τὴν ψυχὴν αὐτοῦ
τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ
ὧν ποιμήν, οὗ οὐκ
εἰσι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν
λύκον ἐρχόμενον καὶ ἀφίησι
τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ
λύκος ἁρπάζει αὐτὰ
καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ
μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ
μέλει αὐτῷ περὶ τῶν
προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ
καλός, καὶ γινώσκω τὰ ἐμᾶ καὶ γινώσκομαι ὑπὸ
τῶν ἐμῶν, καθὼς γινώσκει μὲ ὁ
Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν
ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα
πρόβατά ἔχω, ἃ οὐκ
ἔστιν ἐκ τῆς αὐλῆς
ταύτης· κακεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς
φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἶς ποιμήν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου
πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.:
Ἐλεῆμον,
ἐλέησόν με...
Χάριτι τῇ θείᾳ σου ἐπισκιάζεις ἀπαύστως, τοὺς πιστῶς γεραίροντας πλῆθος θαυμασίων σου καὶ κραυγάζοντας, ἰατρὲ τάχιστε, πάντων χριστωνύμων, ἱερωτατε Νεκτάριε νοσοῦντας ἴασαι, τοὺς δεινῶς ἀλγοῦντας ἐπίσκεψαι, καὶ πόνους καταπράϋνον τοὺς αὐτῶν
φαρμάκῳ δεήσεων, σῶν πρὸς τὸν Δεσπότην, τῶν πάντων ἐλεήμονα σεπτέ, θεραπευτὰ ἐτοιμότατε,
ἐπικαλουμένων σε.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Ωδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀλγηδόνων τὸν ζόφον, ἀστραπαῖς πρεσβειῶν σου θερμῶν διάλυσον, Νεκτάριε τρισμάκαρ, ἡμῶν
τῶν σὲ ὑμνούντων,
ὡς ταχὺν ἀντιλήπτορα,
προστάτην καὶ ἰατρόν, νοσούντων καὶ καμνόντων.
Λυπηρῶν τὴν ὁμίχλην,
καὶ ἀχλὺν
χαμαιζήλων παθῶν ἐκδίωξον, Νεκτάριε τῶν πόθῳ, σπευδόντων τῷ ναῷ σου, ἐκζητῆσαι τὴν χάριν σου, ἐν Καμαρίζῃ σοφέ, Κυρίου ἱεράρχα.
Γαληνὸν πρὸς λιμένα, καὶ ἀχείμαστον
ὅρμον ἡμᾶς
κατεύθυνε, τοὺς ποντουμένους
ζάλῳ βιοτικὼν κυμάτων, θεοφόρε Νεκτάριε, οἰακοστρόφε ψυχῶν, τῶν σὲ ὑμνολογούντων.
Θεοτοκίον.
Ἡ τοῦ κόσμου προστάτις, Θεοτόκε Παρθένε τοὺς παραπτώμασι, καρδίαν ῥυπωθέντας, ὑσσώπῳ πρεσβειῶν σου, ὁλοθερμῶν ἀπόπλυνον,
καὶ σκέπε πάντας
πιστούς, σῇ παναγίᾳ σκέπῃ.
Ωδὴ η´. Τὸν Βασιλέα.
Διάσωσόν με, ἐξ ἐπηρείας
τοῦ πλάνου, τὸν προστρέχοντα ἐν Καμαρίζῃ, οἶκον προσκυνήσαι, Νεκτάριε σὸν θεῖον.
Ὀρθοδοξίᾳ, ἡμᾶς Νεκτάριε τήρει, ἀκλινεῖς σὲ ὡς
κλέος τιμῶντας, ὀρθοδόξων νέων, ἱεραρχῶν παμμάκαρ.
Νέκρωσον πάθη,
τοῦ σοῦ ἱκέτου
καὶ πνεῦμα· ζώωσόν μου, Νεκτάριε, κράζω, ἵνα σὲ γεραίρω, ἐν κατανύξει ἄκρα.
Θεοτοκίον.
Ἀρετηφόρον, ὑπόδειξόν μοι πορείαν, τὴν ἀπάγουσαν πρὸς οὐρανίους, δόμους Θεοτόκε, ὑπερευλογημένη.
Ωδὴ θ´. Κυρίως Θεοτόκον.
Στεφάνων οὐρανίων καὶ ἀλήκτου
δόξης, τοὺς σοὺς ἱκέτας
ἀξίωσον Ἅγιε, σημειοφόρων πατέρων πυξὶς Νεκτάριε.
Χαρίτων
μυροθήκη καὶ θαυμάτων ξένων,
στηλογραφία ἡμᾶς πάντας ἥδυνον, νέκταρι θείων εὐχῶν
σου σεπτὲ Νεκτάριε.
Μὴ παύσῃ περισκεπῶν πάντας οὐρανόθεν, τοῦς προσκυνοῦντας εἰκόνα τὴν θείαν σου, ἐν Καμαρίζῃ Λαυρίου κλυτὲ Νεκτάριε.
Θεοτοκίον.
Μητράνανδρε Παρθένε, ῥεῖθρον εὐσπλαγχνίας, οἴκτιρον πάντας ἐκθύμως ὑμνοῦντάς σε, ὡς εὐϊλάτου Κυρίου
μητέρα πάνσεπτον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως,
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως
Θεοτόκον Σὲ μεγαλύνομεν.
Χαίροις
θαυμασίων ὁ ποταμός, χαίροις
ἰαμάτων ὁ πολύκροτος ποταμός, χαίροις τῶν νοσούντων, ὁ ἰατρὸς καὶ πάντων, θεραπευτὴς ἀλγούντων,
μάκαρ Νεκτάριε.
Ἐν τῇ Καμαρίζῃ περικαλῆ, ἤγειρε
ναόν σου ὁ συνώνυμος τῆς σεπτῆς, ὁσιότητός σου, Νεκτάριε λευΐτης, ὅν ἔδειξας
θαυμάτων κρήνην ἀενάον.
Ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, ὥσπερ Ἱεράρχης θεοφόρος καὶ ἀσκητής,
θεαυγὴς κινδύνων ἐκλύτρωσαι τοὺς πίστει, σὲ ἀνυμνολογούντας
πάτερ Νεκτάριε.
Χαίροις ὁ ἐκ
πτώσεως εἰς κρημνόν, χάριτί
σου σώσας, εὐσεβόφρονας
Χαλικιδεις, τοὺς προσερχομένους,
εἰς τὸν ἐν
Καμαρίζῃ, περίβλεπτον
ναόν σου, σῶφρον Νεκτάριε.
Χαίροις ὁ τὰ
ὄμματα τῶν τυφλῶν, τάχος διανοίγων θεραπεύων ἐκ ζοφεροῦ, πάθους τοῦ καρκίνου, καὶ σῴζων
ἐκ κινδύνου, τροχαίου σοὺς ἱκέτας
πάτερ Νεκτάριε.
Σκέπε τοὺς προστρέχοντας εὐλαβῶς, σῷ ἐν
Καμαρίζῃ τοῦ Λαυρίου Πάτερ ναῷ, καὶ ἐκδεχομένους,
Νεκτάριε σὴν χάριν, ἥν ἅπασι
παρέχεις ὡς εὐσυμπάθητος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν χαρίτων ὀφθέντα ταμεῖον ἄσυλον, ἀρτίως καὶ ἰαμάτων παντοδαπῶν ποταμόν, συμπαθείας τὸν ἀρδεύοντα τῷ νέκταρι,
χειμαζόμενων τὰς ψυχὰς εὐφημήσωμεν πιστοί,
Νεκτάριον ἱεράρχην, βοῶντες· παῦσον ὀδύνας, ἡμῶν λιταῖς σου, πάτερ ὅσιε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾿ ἥν ψάλλομεν τὸ ἑξῆς· Ἦχος β´. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας προσιόντας εὐλαβῶς, τῷ σεπτῷ σου ἐν Καμαρίζῃ καὶ περιλάμπρῳ ναῷ, φύλαττε
Νεκτάριε, ῥύου στενώσεως, ἀλγηδόνων ἀπαλλάττε, ἀεὶ περιφρούρει,
σκέπε καὶ διάσῳζε, ἐκ τῆς τοῦ ὄφεως, βλάβης καὶ δεινῶν νοσημάτων, ἵνα τὴν σὴν ἄφθονον χάριν, καὶ τὴν ἀρωγήν σου μεγαλύνωμεν.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου...
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ...
!>