Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu


Αναζήτηση θεμάτων ιστολογίου

Συναξάριον


Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΜΑΣ κ.κ. ΧΡΥΣΟΣΤΟΜΟΣ

Ο ΘΕΟΦΙΛΕΣΤΑΤΟΣ ΕΠΙΣΚΟΠΟΣ ΚΕΡΝΙΤΣΗΣ κ. ΧΡΥΣΑΝΘΟΣ

Χαιρετισμοί προς την Υπεραγία Θεοτόκο

Χαιρετισμοί προς την Υπεραγία Θεοτόκο
Καντε κλικ στην εικόνα της Παναγίας και διαβάστε τους

Ακολουθία της Θείας Μεταλήψεως

Ακολουθία της Θείας Μεταλήψεως
Καντε κλικ στην φωτογραφία και διαβάστε

Η Ακολουθία του Μικρού Αποδείπνου από την Ι.Μ. Ομπλού

Η Ακολουθία του Μικρού Αποδείπνου από την Ι.Μ. Ομπλού
Καντε κλικ στην εικόνα για να δείτε το Video

Συμβουλές πριν από την Εξομολόγηση και τη Θεία Κοινωνία

Συμβουλές πριν από την Εξομολόγηση και τη Θεία Κοινωνία
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Πριν τον Γάμο...

Πριν τον Γάμο...
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Δυο λόγια για τη βάπτιση του παιδιού σας

Δυο λόγια για τη βάπτιση του παιδιού σας
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Πότε και πώς νηστεύομε;

Πότε και πώς νηστεύομε;
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Το σημείο του Σταυρού

Το σημείο του Σταυρού
Καντε κλικ στην φωτογραφία για να εμφανισθεί το θέμα

Blog Archive

Από το Blogger.
English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified
Related Posts Plugin for WordPress, Blogger...
Τρίτη 12 Ιουνίου 2012
Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF

ΤΗ ΙΑ΄ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ

Μνήμη τοῦ ἑν Ἁγίοις Πατρὸς ἡμῶν Λουκᾶ τοῦ ἰατροῦ καὶ ὁμολογητοῦ, Ἀρχιεπισκόπου Συμφερουπόλεως καὶ Κριμαίας τοῦ Ῥώσου.

Ποίημα Μητροπολίτου Ἐδέσσης Ἰωὴλ Φραγκάκου

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀρχιθύτην Κυρίου, πιστὸν ἀκέστορα, Λουκᾶν τὸν θεοφόρον, τῆς Ῥωσίας τὸν γόνον, φιλάγιοι τιμήσωμεν εὐσεβῶς, ἐπαινοῦντες τοῖς ᾄσμασι, μνήμην αὐτοῦ τὴν ἁγίαν, καὶ θαυμαστήν, πολιτείαν καὶ τὰ θαύματα.

Συμφερουπόλεως ὄντως, ποιμὴν πανάριστος, καὶ πάσης τῆς Ῥωσίας, ἰατρὸς νοσημάτων, ταῖς θείαις ἐνεργείαις ἀναδειχθείς, τὸν Χριστὸν ὡμολόγησας, ἐν φυλακαῖς ἐξορίαις, καὶ τοῖς διωγμοῖς, τοῖς σοῖς λόγοις καὶ τοῖς θαύμασι.

Τῆς Ἐκκλησίας τὸ δόγμα, στερρῶς ἐκήρυξας, ἀρχιερεῦ Κυρίου, πρὸ ἀθέων βημάτων, καὶ ᾔσχυνας τὴν φάλαγγα τῶν ἐχθρῶν, ἐδαφίσας τὰ ἄπρεπα, τῆς ἀσεβείας ἐντάλματα, κραταιῶς, σοφισθεὶς τῇ θείᾳ χάριτι.

Ἦχος ὁ αὐτός. Πανεύφημοι μάρτυρες.
Εἰκόνα τὴν θείαν τῆς μητρός, τοῦ Κυρίου ἔθηκας, πρὸ ὀφθαλμῶν σου πανεύφημε, λαμβάνων δύναμιν, ἐξ αὐτῆς καὶ θάρσος, ἐν ταῖς ἐγχειρίσεσι, Λουκᾶ ἀρχιερέων τὸ κόσμημα, διο τὴν ἴασιν, ἀρωγὴ τῆς θείας χάριτος, τοῖς νοσοῦσι, παρεῖχες καὶ πάσχουσιν.

Ἐκ τόπου εἰς τόπον μεταβάς, Ἱεράρχα ἅγιε, διὰ Χριστὸν ὡς ἀνέστιος, οὐδόλως ἔπτηξας, τῶν ἀθέων δόλον, καὶ θυμὸν τὸν ἄλογον, οὐδέ τῶν ψευδαδέλφων κακότητα, ἀλλὰ στερρότατα, τὴν ὀρθόδοξον ἐστήριξας, Ἐκκλησίαν, ἐν λόγοις καὶ πράξεσι.

Τὰ σὰ θεία λείψανα Λουκά, ἐν Ῥωσίᾳ ἔνδοξε, καὶ ἐν Ἑλλάδι δωρήματα, πιστοῖς προχέουσι, καὶ ἀρρωστημάτων, παύουσιν ἀλγήματα, δαιμόνων ἀναιροῦσι τὴν δύναμιν, καὶ ὡς πολύκρουνος, πάτερ βρύσις καταρδεύουσιν, Ἐκκλησίας, Χριστοῦ τὰ πληρώματα.


Δόξα. Ἦχος πλ. β'. 
Ἱεραρχῶν τὴν καλλονήν.
Ἱεραρχῶν τὴν καλλονήν, καὶ ἰατρῶν τὸ κλέος, τὴν πηγὴν τῶν θαυμάτων, καὶ τοῦ Χριστοῦ ὁμολογητὴν τὸν νέον, ἀπὸ καρδίας συμφώνως, ἐγκωμιάσωμεν λεγοντες· Χαίροις τῆς Ῥωσίας δένδρον, ἀειθαλὲς καὶ πολύκαρπον, τὸ διαθρέψαν τοὺς πιστοὺς ἀρκούντως, ἐν τοῖς ἐσχάτοις χρόνοις, τῆς δεινῆς ἀθεΐας· Χαίροις τῆς ἰατρείας θεράπον περίδοξε, ὁ πολλοὺς ἐκ θανάτου ἀφαρπάσας, τῇ ἰατρικῇ σου ἱκανότητι, καὶ τῇ θείᾳ νεύσει, τοῦ ζωοποιοῦ Ἁγίου Πνευματος· χαίροις Ἀρχιερέων κόσμε, Συμφερουπόλεως καύχημα, ὁ ἐπωμάδιον βαστάσας, τὸν Σταυρὸν τῶν θλίψεων, καὶ τὰ ὀνείδη τοῦ Χριστοῦ, ὂν καθικέτευε ταῖς πρεσβείαις σου, Λουκᾶ ἀξιάγαστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τὶς μὴ μακαρίσει σέ, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς πρόηλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Μνήμη δικαίου μετ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἡ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελών· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὢ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τάς ἐμᾶς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς, Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἵ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἷ δὲ ἀπαίδευτοι ἐνθέσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματος μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὑ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἠρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἡ δόλος ἀπατήσῃ ψυχὴν αὐτοὺ· βασκανία γὰρ φαυλότητος, ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἢν Κυρίῳ ἡ ψυχὴ αὐτοὺ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοία τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὑ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα, οἷ δὲ εἶσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὅψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἐαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.

Ἦχος α'.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πασῶν τῶν Ῥωσιῶν ἐπικράτεια, ὡς ἐπ᾿ ἐσχάτων τῶν χρόνων ἐκφύσασα, Ἱεράρχην μέγιστον, καὶ ἄριστον ἰατρῶν, ψυχῶν τε καὶ σωμάτων, τὸν Ἀρχιεπίσκοπον Συμφερουπόλεως, Λουκᾶν τὸν πανθαύμαστον. Οὗτος γὰρ ἐκ νεότητος, σοφισθεὶς ταῖς τοῦ Θεοῦ ἐννοίαις, τοῦ κόσμου δοξάριον, καὶ τῶν ἀνθρώπων τὴν εὔκλειαν, ἀνδρικῶς ἀπετάξατο, καὶ ἀπὸ πόλεως εἰς πόλιν διαμείβων, τῶν δογμάτων τῆς πίστεως τὴν ἀλήθειαν, εὐθαρςῶς ἐνώπιον τῶν ἀθέων, τοῖς θεοπνεύστοις αὐτοῦ ῥήμασι, καὶ βίου ὀρθότητι ἐβεβαιωσεν· Ὅθεν ὡς κανὼν ἀκριβέστατος, ἠθῶν καὶ τῆς εὐσεβείας χρηματίσας, τὸ ζῆν θεοφιλῶς ἐξεμέτρησεν, ἐν οὐρανοῖς μεταβὰς ὁ πανάριστος, ἐν οἷς μετὰ τῶν ἁγίων πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β'.
Ἡ ἑδραία σου πίστις καὶ ἔνστασις, τάς τῶν τυραννούντων ἀνοίας διέσεισε, σχισματικῶν τὸν χειμάρρουν ἐξήρανε, καὶ τῆς Ἐκκλησίας τὰ πλήθη ἐθάρρυνεν· ἐν Τασκένδῃ γὰρ καὶ Μόσχᾳ, ἐν Σιβηρίᾳ καὶ Ἀρκτικῷ ὠκεανῷ, καὶ ἐν πλείστοις τόποις, ὡς κακοῦργος δεινῶς ἐκακοπάθησας ἐν φυλακαῖς, βαστάζων τὰ στίγματα, καὶ ἀναπληρῶν τὰ ὑστερήματα, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὅν μὴ διαλίπῃς, ἅγιε Λουκᾶ καθικετεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Ἦχος γ'.
Ἱερωσύνης στολαῖς ἠγλαϊσμένος, καὶ ὠραϊσμένος τοῖς στίγμασι τοῖς θείοις, Ἀρχιερεῦ Συμφερουπόλεως, Λουκᾶ τὴν σὴν ποίμνην ἐξέθρεψας, εἰς νομὰς σωτηρίας, ἐκδιώκων τοὺς θυμοφθόρους λύκους, ἐκ τῆς αὐλῆς τῶν προβάτων. Ὅθεν ὁ τῶν ὅλων Δεσπότης, τῆς ὁμολογίας τὸν στέφανον, νομίμως ἀπέδωκέ σοι, καὶ τῶν ζωηφόρων ὀστέων σου τὴν θήκην, πηγὴν ἰατρείας, πᾶσιν ἀνέδειξε· ποικίλας γὰρ ἰᾷται ἀσθενείας, καὶ δύναμιν δωρεῖται, τοῖς εὐλαβῶς αὐτὴν ἀσπαζομένοις, καὶ αἰτοῦσι τὴν θείαν πρεσβείαν σου.

Ἦχος δ'.
Ὑπὲρ τὰ σαρκικὰ τεκνία σου, τοὺς κατὰ πνεῦμα υἱούς σου, καὶ θυγατέρας ἠγάπησας· Τὶς ἡμὰς χωρίσει, ἀνέκραζες, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλῖψις ἤ στενοχωρία ἤ διωγμὸς ἤ λιμὸς ἤ γυμνότης ἤ κίνδυνος ἤ μάχαιρα; Πάντα ταῦτα ὑπερέβῃς, τῇ δυνάμει τοῦ ἀγαπήσαντος ἡμᾶς. Διὸ νῦν ἐν οὐρανῷ σὺν αὐτῷ ὑπάρχων, Ἱεράρχα Λουκᾶ, ταῖς ἱκετηρίαις σου, μνήσθητι καὶ ἡμῶν, τῶν ἐπὶ γῆς ἀγωνιζομένων, καὶ αἰτουμένων διὰ σοῦ, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος ὁ αὐτός.
Χαίρει μὲν ἡ φιλτάτη σοῦ πατρίς, τὴν λάρνακα ἔχουσα τῶν ἁγίων λειψάνων σου, χαίρει δὲ καὶ ἡ του Σαγματᾶ Μονή, ὡς κεκτημένη τμῆμα αὐτῶν πολυτίμητον, ἐξ οὑ ἀρυόμεθα, τῶν νόσων θεραπείαν, ψυχῆς τὴν εὐτονίαν, ὑγείας ἀπόλαυσιν, πίστεως στηριγμόν, ὑπομονὴν ἐν ταῖς θλίψεσι, χαρὰν ἐν τοῖς πειρασμοῖς, καὶ πᾶσαν ἀγαθοδωρίαν, τοῦ Δεσπότου Χριστοῦ, πρὸς ὂν δεόμεθα, ταῖς λιταῖς σου πάτερ Λουκᾶ, τύχοιμεν σωτηρίας, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σοῦ φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ τῆς Ῥωσίας βλαστός, τῶν ἀκεστόρων εὐεργέτης ὁ μέγιστος, καὶ πάσης τῆς Ἐκκλησίας, ἀρχιερεὺς ὁ σεπτός, τῶν ἀθεϊζόντων ἡ κατάπτωσις, δαιμόνων ἀντίπαλος, ἀσθενῶν ἐπιστήριγμα, πεπλανημένων, ἡ ταχεῖα ἀνάνηψις, ἡ φανέρωσις, τῶν χαρίτων τοῦ Πνεύματος, λύχνος ὁ φαεινότατος, ὁ φέγγων τοῖς πέρασι, καὶ τοῖς ἀνθρώποις δεικνύων, ὁδὸν Χριστοῦ τὴν ἐπέραστον, Λουκᾶ θεηγόρε, τῶν πιστῶν παρηγορία, καὶ ἀγαλλίαμα.

Στιχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Ηὔφρανας τὸν λαὸν τοῦ Θεοῦ, διδασκαλίαις καὶ σημείοις πανάριστε, τοῦ σώματος ἰατρείαις, καὶ φωταυγείαις ψυχῆς, ἐν τοῖς χρόνοις ὄντως τοῦ ἀλάστορος, ὡς πέτρα γὰρ πίστεως, τοῦ Χριστοῦ ἡ ἀκλόνητος, τῆς ἀσεβείας, ἐπαφρίζοντα κύματα, πάτερ ἔστησας, εὐτολμίᾳ τοῦ Πνεύματος. Ὅθεν σὲ μακαρίζομεν, Λουκᾶ θεοστήρικτε, καὶ κατὰ χρέος τιμῶμεν, τὴν σὴν ἐπέτειον ἄσμασιν, αἰτοῦντες λιταῖς σου, νοσημάτων θεραπείαν, καὶ τὴν εἰρήνευσιν.

Στιχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Πᾶσαν τὴν ἐπὶ γῆς βιοτήν, Λουκᾶ διῆλθες, ἐν ἀνάγκαις καὶ θλίψεσιν, ἐν ψύχει καὶ ἐξορίαις, ἐν φυλακαῖς καὶ δεινοῖς, τὴν στενὴν ὀδεύων τρῖβον ἅγιε, ἀλλὰ τὴν ἀντέκτησιν, Ἱεράρχα ἀπέλαβες, τοῦ Παραδείσου, διὰ βάρος ἀοίδιμε, ὅ ἐβάστασας, τῆς ἡμέρας καὶ καύσωνα. Ἔτι δὲ καὶ τὰ λείψανα, τὰ σὰ ἐπληρώθησαν, ὑπερφυῶν χαρισμάτων, καὶ ἀκενώτου χρηστότητος, πρὸς πάντας ἀνθρώπους, τοὺς τιμῶντας σοῦ τὰ θεῖα, σοφὲ μνημόσυνα.

Δόξα. Ἦχος πλ. δ'.
Ὁλικῶς ἀγαπήσας, τὸ ἀκρότατον τῶν ἐφετῶν, κατεφρόνησας τῶν ῥεόντων τὸν ἐπίκηρον πλοῦτον, καὶ βασιλεύσας κατὰ παθῶν φθοροποιῶν, τὴν χάριν ἐκομίσω τῆς ἰατρείας, τῶν νόσων τῆς ψυχῆς τε καὶ σώματος. Διο ὑψώθης ὡς κυπάρισσος ἐν ἀγάπῃ, ἐξήνθησας ὡς φοῖνιξ ἐν ἐλπίδι, καὶ ηὐξήθης κατὰ Χριστὸν καθάπερ κέδρος, ἐν τῇ καθ᾿ ἡμᾶς γενεᾷ τῶν πονηρῶν ἡμερῶν, ἐξαγοραζόμενος τὸν καιρόν. Ἀλλ᾿ ὧ Ἀρχιερεῦ ἅγιε Λουκᾶ, βράβευσον τὰς αἰτήσεις, τῶν πρὸς σὲ δεομένων, καὶ δίδου ταῖς εὐχαῖς σου, αὐτοῖς τὰ πρόσφορα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ ἀπολυτίκια.

Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Ἰατρὸν καὶ ποιμένα, Λουκᾶν τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τὸν βαστάσαντα Χριστοῦ τὰ θεῖα στίγματα, τάς ἐξορίας τὰ δεινά, ἐγκλεισμοὺς ἐν φυλακαῖς, τάς θλίψεις καὶ τὰ ὀνείδη, τὸν ἐπ᾿ ἐσχάτων φανέντα, ἐν τῇ Ῥωσίᾳ νέον Ἅγιον.

Ἕτερον. Ἦχος γ'. Τὴν ὡραιότητα.
Τὸν πανσεβάσμιον, Χριστοῦ Ἐπίσκοπον, καὶ θεοφώτιστον, σεμνὸν ἀκέστορα, τὸν ἐν ἐσχάτοις τοῖς καιροῖς, ὀφθέντα ἐν τῇ Ῥωσία, καὶ ὁμολογήσαντα, εὐσεβείας τὰ δόγματα, σταθηρῶὼς πρὸ βήματος, τῶν ἀνδρῶν ἀθεότητος, τιμήσωμεν Λουκᾶ ἐκβοῶντες· Χαίροις θέοφρον Ἱεράρχα.

Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Καὶ Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἄνθος ἠρινόν, ἐν τῷ μέσῳ χειμῶνος, ἐφύης θαυμαστῶς, Ἱεράρχα παμμάκαρ, εὐφραίνων τὰ ὀρθόδοξα, Ἐκκλησίας πληρώματα· ὅθεν σήμερον, τὴν σεβασμίαν σου μνήμην, ἑορτάζομεν, σοφὲ Λουκᾶ Ἐπισκόπων, τὸ θεῖον ἐντρύφημα.

Θεοτοκίον.
Τεκοῦσα Λυτρωτήν, τὸν Χριστὸν Θεοτόκε, τῆς λύμης τοῦ ἐχθροῦ, λύτρωσαι μὲ λιταῖς σου, καὶ ἴασαι τὰ τραύματα, τῆς ψυχῆς καὶ τοῦ σώματος, τῷ ἐλέει σου, ὡς ποταμὸς εὐσπλαγχνίας, ἀπειρόγαμε, καὶ ἀγαθότητος ῥεῖθρον, καὶ πέλαγος χάριτος.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τῇ Ῥωσίᾳ ἐν ἐσχάτοις τοῖς χρόνοις, ἡ τῶν λειψάνων σου πολύτιμος λάρναξ, καὶ ἐν Ἑλλάδι τμῆμα τῶν ὀστέων σου, νάματα ἐκβλύζουσι, θεραπείας τῶν νόσων, καὶ ἀλγῶν πανεύφημε, Ἱεράρχα ποικίλων, καὶ ὡς πηγὴ ἀκένωτος Λουκᾶ, τοῖς Ὀρθοδόξοις, τὴν χάριν παρέχουσι.

Θεοτοκίον.
Χαῖρε τὸ τεῖχος Θεοτόκε Παρθένε, τὸ ἀκλινέστατον ἡμῶν τῶν μερόπων, χαῖρε τοῦ κόσμου δύναμις ἀήττητος, χαῖρε ἡ βοήθεια, τῶν εἰς σὲ ἐλπιζόντων, χαῖρε πάντων ἄνασσα, τῶν ὑμνούντων σὲ Κόρη, χαῖρε νυμφῶν Χριστοῦ ὁ εὐπρεπής, χαῖρε δοχεῖον, χαρὰς φωτεινότατον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν πτωχείαν ὡς σύζυγον εἰληφώς, ἐν τῷ βίῳ σου πλήθη τοῦ σοῦ λαοῦ, τοῖς θείοις σοῦ ῥήμασι, καὶ τροφαῖς ὄντως ἔθρεψας, ὡς σιτοδότης μέγας, σαρκὸς καὶ τοῦ Πνεύματος, ἐν τῇ Ῥωσίᾳ πάσῃ, Λουκᾶ ἀξιάγαστε· Ὅθεν οἰκονόμος, τῶν πιστῶν ἀνεδείχθης, ἰθύνων τὴν ποίμνην σου, ἀσφαλῶς πρὸς τὰ κρείττονα, καὶ πρὸς ὅρμον σωτήριον. Ἀλλ᾿ ἇνερ θεοφώτιστε νῦν, ταῖς λιταῖς σου Χριστὸν καθικέτευε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον.
Ἀληθῆ Θεοτόκον οἱ γηγενεῖς, ἐγνωκότες σὲ Μῆτερ ἰκετικῶς, φωνοῦμεν καὶ κράζομεν, χαῖρε νύμφη ἀνύμφευτε, ἡ τὸν Θεὸν ἀφράστως, ἐν μήτρᾳ χωρήσασα, καὶ τῆς ἀρὰς τὴν λύπην, βροτῶν ἀφανίσασα· Ὅθεν τοὺς σοῦς δούλους, ἐν δεινοῖς πεπτωκότας, ἀνύψωσον τάχιστα, ταῖς ὀξείαις πρεσβείαις σου, πρὸς Υἱόν σου καὶ Κύριον· σὺ γὰρ ἀπορουμένων τροφός, καὶ νοσούντων ἄκος καὶ συμπάθεια, καὶ τῶν καμνόντων ὑπάρχεις, βακτηρία Δέσποινα.

Οἱ Ἀναβαθμοὶ· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στιχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ι΄. 1-9).
(Ζήτει τῇ ιγ΄ Νοεμβρίου, εἰς τὸν Ὄρθρον).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοὺ· ἀλλοτρίῳ δὲ οὑ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησούς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἢν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησούς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγὼ εἶμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λησταὶ· ἀλλ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγὼ εἰμὶ ἡ θύρα· δι᾿ ἐμοῦ ἐὰν τὶς εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ο  ν΄ ψαλμός.

Δόξα…
Ταῖς του Ἱεράρχου, πρεσβείαις, Ἐλέημον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλέημον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ἐξεχύθη θέοφρον, ἡ ἰατρική σου χάρις, ἐπὶ πᾶσαν τὴν Ῥωσίαν, καὶ γέγονας ἰατρὸς τῶν νοσούντων, ἅμα δὲ καὶ χρηματίσας, Ἀρχιερεὺς ἐννομώτατος, Συμφερουπόλεως καὶ Κριμαίας, καὶ ἄλλων πόλεων, ὤφθης ποιμενάρχης ἄριστος, τῶν λογικῶν προβάτων, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ. Τὸ γὰρ θεόσοφόν σου στόμα, ὡς ποταμὸς ἀνεπίσχετος, τάς τῶν ἀνθρώπων ἀρούρας κατήρδευσεν, αὐξήσας τὰ ἑν αὐταῖς, τοῦ Εὐαγγελίου ἀγαθὰ σπέρματα. Καὶ νῦν ἐν τοῖς οὐρανοῖς, μετὰ τῶν Ἁγίων συνδιαιτώμενος, πρέσβεεε ἀπαύστως, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου ...

Εἴτα οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου.

Κανὼν τῆς Θεοτόκου φέρων τήνδε ἀκροστιχίδα·
Θεοτόκε μνήσθητι τῶν τιμώντων σέ. Ἰωήλ.

Ὠδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θαρρὼν τῷ ἐλέει σου, καὶ τῇ πολλῇ εὐσπλαγχνίᾳ σου, ὕμνῳ τὰ σημεῖα σου, ἃ καθ᾿ ἑκάστην ποιεῖς, τοῖς τιμῶσι σου, τὸν τόκον Θεοτόκε, καὶ πάσας τάς χάριτας, τάς σὰᾶς Θεόνυμφε.

Ἐλπὶς ἀκαταίσχυντος, καὶ τῶν πιστῶν ἡ βοήθεια, καὶ ὅπλον ὑπάρχουσα, τοὺς σοὺς ἱκέτας ἁγνή, νῦν περίζωσον, τῇ θείᾳ σου δυνάμει, ἐχθρὸν τὸν ἀλάστορα, ἵνα νικήσωσιν.

Οἱ δοῦλοι σοῦ Δέσποινα, ἐκτός σου ἄλλην βοήθειαν, οὐκ ἔχοντες σπεύδουσι, ταῖς σαῖς ἁγίαις λιταῖς, καὶ ἱκέσιον, προσφέρουσιν ᾠδήν σοι, δεινῆς κατακρίσεως, φυγεῖν ἐλπίζοντες.

Θεοτοκίον
Τὴν νύκτα ἐσκέδασας, τῆς ἀθεΐας τῷ τόκῳ σου, τὸν κόσμον πυρσεύουσα, τῆς ἀληθείας αὐγαῖς, καὶ νυκτίμορφον, τοῦ σκότους τὸν προστάτην, τελέως συνέτριψας, ἀειμακάριστε.

Κανὼν τοῦ ἁγίου οὑ ἡ ἀκροστιχίς·

Νόσου ὀχληρᾶς Λουκᾶ δός μοι λύσιν. Ἰωήλ.
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
Νεόφωτον ἥλιον, τῆς ἑν Βορρᾷ Ἐκκλησίας σου, προάγομαι Δέσποτα, ὑμνήσαι ᾄσμασι, καὶ τὴν χάριν σου, αἰτοῦμαι τὴν μεγίστην, ὡς ἂν μέλψω κάλλιστα, Λουκᾶ τὰ θαύματα.

Ὁ βίος σου κάλλιστος, τὰ σὰ σημεῖα πανθαύμαστα, ἡ χάρις σου ἄφθονος, τὸ τέλος πάτερ σεμνόν, ἐπεγνώσθησαν, ἐν τόποις τῆς Ῥωσίας, ὑπὸ τῶν εἰδότων σέ, Λουκᾶ ἀοίδιμε.

Σοφίας τὸ τέμενος, τῆς ἁγιότητος ἄγαλμα, τῆς πίστεως πρόμαχος, Ἀρχιερέων κανών, ἀξιότιμε, Λουκᾶ ἐν τῇ Ῥωσία, ἐδείχθης τῇ χάριτι, τοῦ θείου Πνεύματος.
Θεοτοκίον.

Θεοτοκίον
Ὁ μήτραν οἰκήσας σοῦ, δι᾿  ἀγαθότητα ἄπειρον, τὸ βρότειον φύραμα, ἠράσθη τοῦτο σφοδρῶς, καὶ ἐδόξασε, Παρθένε Θεοτόκε, ψυχῶν ἱλαστήριον, καὶ πάντων ἄνασσα.

Ὠδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ὁδὸν σωτηρίας ἡ τεκούσα, ὁδὸν εἰς εὐθεῖαν ἐντολῶν, τοῦ σοῦ Υἱοῦ ὁδήγησον, κἀμὲ τὸν ἁμαρτάνοντα, καὶ πρὸς ζωὴν τὴν κρείττονα, ταῖς σαῖς λιταῖς μὲ ἀνάγαγε.

Κρηπὶς ἀσφαλὴς καὶ σωτηρία, μεσῖτις ἡμῶν τῶν γηγενῶν, ὑπάρχουσα ἐπάκουσον, τῶν ἐπικαλουμένων σε, καὶ ἐκ κινδύνων λύτρωσαι, πάντας ἡμὰς Παναμώμητε.

Ἐλέησον πάντας τοὺς ἀνθρώπους, καὶ σῶσον αὐτοὺς ἐκ τῶν χειρῶν, τοῦ δράκοντος Πανάχραντε, τῇ κραταιᾷ δυνάμει σου, τῶν δυσμενῶν σκεδάζουσα, ἐπιβουλὰς καὶ νοήματα.

Θεοτοκίον
Ματαίαν βουλὴν τῶν κακοτρόπων, διάλυσον τάχιστα λιταῖς, καὶ δίδου μοι τὴν ἄνεσιν, τὴν ψυχικὴν Ἀπείρανδρε, ἵνα ὑμνῶ τὸ πάντιμον, βροτῶν Σωτῆρος τὸ ὄνομα.

Τοῦ Ἁγίου ὁ αὐτός.
Ὑψώθης ἐν γῇ ὑπὸ ἀνθρώπων, ἀλλ᾿ ἔμεινας ἄτυφος Λουκᾶ, ζηλώσας τὰ ἀκίνητα, καὶ τῷ Θεῷ ἀπέδωκας, τὰ σὰ ἀξιοτίμητα, ἅγιε Πάτερ χαρίσματα.

Χριστὸν ἀγαπήσας παιδιόθεν, προεῖλες τὴν ἔγγαμον ζωήν, Λουκᾶ σεβασμιώτατε, καὶ γέγονας τὸ πρότυπον, τοῦ γάμου πάτερ, ἄριστον, τῇ καθαρᾷ πολιτείᾳ σου.

Ἀνέθρεψας πάντα τὰ σὰ τέκνα, Λουκᾶ ἐν παιδείᾳ ἀκριβῇ, καὶ φόβῳ τοῦ Κυρίου σου, τῆς εὐσεβείας σπέρματα, ἐν ταῖς ψυχαῖς πανόλβιε, αὐτῶν βαλὼν τῇ θελήσει σου.
Θεοτοκίον.

Θεοτοκίον
Λειμὼν εὐανθέστατε χαρίτων, τοῦ Πνεύματος Κόρη Μαριάμ, τὸν ζόφον τῆς ἀγνοίας μου, καὶ τοῦ νοὸς τὴν σύγχυσιν, ταῖς σαῖς εὐχαῖς καταύγασον, ὅπως ὑμνῶ σε Θεόνυμφε.

Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφίαν τὴν θύραθεν, ἐπιγινώσκων καλῶς, ἠθέλησας ἅγιε, τὴν ἱερὰν τοῦ Χριστοῦ, γνωρίσαι ἀλήθειαν, ὅθεν μετ᾿ ἐπιστήμης, καὶ συνάρσει τῇ θείᾳ, ἔγνωκας Ἱεράρχα, τοῦ Θεοῦ τάς ἐννοίας, καὶ ὤφθης τῶν ἀπορρήτων, Λουκᾶ μύστης ἄριστος.

Θεοτοκίον
Μαστίζειν οὑ παύεται, τὸ σύνειδός μου ἁγνή, πολλὰ γὰρ ἀδόκιμα, καὶ ἀπρεπῆ συνεχῶς, ὁ ἄθλιος ἔπραξα, ὅθεν ἀπάλλαξόν μέ, ταῖς λιταῖς σοῦ ἐκ τούτων, δός μοι δὲ καὶ δακρύων, ποταμοὺς ἵνα κλαύσω, πάθη μου τὰ συμβάντα, Παρθένε Θεόνυμφε.

Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νουνεχὼς πρὸς σὲ Παρθένε, καταφεύγω ὁ δείλαιος, καὶ αἰτοῦμαι πάντα, ταῖς ἱκετηρίαις σοῦ εὔφημα, τὰ ἀγαθὰ τοῦ Θεοῦ καὶ τὰ εὐφρόσυνα, καὶ σωτηρία, ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος.

Ἡδονῶν ὁ μέγας κλύδων, ἐπιμόνως ταράσσει μέ, ἀλλὰ μετανοίας, χάρισαι ἐμοὶ τὰ δωρήματα, καὶ πρὸς λιμένα Χριστοῦ Θεομακάριτε, τὸν γαλήνιον, νοῦν μου τὸν ἄστατον ὅρμισον.

Στενωθεὶς ἐν ταῖς παγίσι, τοῦ ἀρχαίου ἀλάστορος, σὺῦ ὡς πλατυτέρα, γῆς καὶ οὐρανοῦ ἐλευθέρωσον, ἐκ τῶν ἀλγῶν τῆς ψυχῆς μου ἀδιάφθορε, καὶ ὑπάνοιξον, θύραν ἐμοὶ ἀναψύξεως.

Θεοτοκίον
Θρηνωδῶν ἐπικαλοῦμαι, τὴν πολλὴν εὐσπλαγχνίαν σου, ἵνα ἐκ μελλούσης, κρίσεως ῥυσθῶ καὶ ἐτάσεως, τῆς φοβερᾶς τοῦ Υἱοῦ σου Παναμώμητε, καὶ σωθήσομαι, ἐκ τῶν δεινῶν τῆς κολάσεως.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
Εὐχαρίστως ἀνεγράφης, ἐν τῇ δέλτῳ πανεύφημε, τῶν θυτῶν Κυρίου, λαμπῶν ὡς ἀδάμας πολύεδρος, καὶ ὑπὲρ πάντων ἐτέλεις τὴν ἀναίμακτον, καὶ ζωήρρυτον, Χριστοῦ θυσίαν ὡς ἄγγελος.

Πρὸ βημάτων τῶν ἀθέων, εὐθαρσῶς ἔστης ἅγιε, καὶ ἐν παρρησίᾳ τοὺς δεδιωμένους ἀκέστορας, ὡς ἰατρὸς καὶ ὡς θύτης ὑπερήσπισας, τὴν ἀλήθειαν, Λουκᾶ κηρύσσων τοῖς λόγοις σου.

Ἡ εἰκὼν τῆς Θεοτόκου, ὡς πηγὴ ἁγιάσματος, θάρσους καὶ ἐλπίδος, ἐν τῷ χειρουργείῳ ἐκρέματο, ἐξ ᾗς ἐλάμβανες Πάτερ θείαν δύναμιν, καὶ τὰ τραύματα, τῶν ἀσθενῶν ἐθεράπευες.

Θεοτοκίον.
Σωστικαῖς σου ἐνεργείαις, ἐκ πολλῶν περιστάσεων, τὸν Ἀρχιερέα, τῆς Συμφερουπόλεως ἔσωσας, διὸ τὸ σὸν ἐκμαγεῖον κατησπάζετο, Ἀειπάρθενε, Λουκᾶς ἐν πάσαις ταῖς θλίψεσι.

Ὠδή ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἡ μόνη πανύμνητε, τὸ βρότειον ἀνέπλασας, γένος ἐμπεσὸν εἰς ἁμαρτίας, σὺ γὰρ τεκοῦσα, ζωῆς τὸν Κύριον, ἐν τῇ σῇ νηδύϊ θαυμαστῶώς, πάντες ἐλυτρώθημεν, τῆς ἀρᾶς τοῦ προπάτορος.

Τὸν ὄντως ὑπέρθεον, Δεσπότην σου καὶ Κύριον, Μῆτερ ταῖς πρεσβείαις σου μὴ παύσῃ, ἐκδυσωποῦσα, τὰ ἀμπλακήματα, καὶ τοὺς λογισμοὺς τοὺς ἐμπαθεῖς, τῆς ψυχῆς μου τάχιστα, διαλύσαι πανύμνητε.

Ἰσχύς μου καὶ ὕμνησις, ἐλπὶς καὶ ἀγαλλίαμα, κράτος βακτηρία καὶ προστάτις, Ὑπεραγία καὶ Παντευλόγητε, λύτρωσαι ἡμᾶς ἐξ ὁρατῶν, καὶ τῶν ἀοράτων τε, δυσμενῶν ταῖς πρεσβείαις σου.

Θεοτοκίον
Τὸν βότρυν ἐκφύσασα, πανάχραντε τὸν πέπειρον, τὸν ἐξαφανίσαντα πικρίαν, τοῦ διαβόλου καὶ πολεμήτορος, γένος τῶν ἀνθρώπων ἀπηνῶς, γλύκανον Θεόνυμφε, καὶ ἡμᾶς τοὺς ὑμνούντας σε.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
Λουκᾶς νέον ὄνομα, ἐν τῇ κουρᾷ σου εἴληφας, ἐν τῷ Πεντζικὲντ σημειοφόρε, καὶ Ἐπισκόπων, χάριν κτησάμενος, πάτερ τῇ ἐπαύριον λαμπρῶς, ἦλθες εἰς τὰ ἴδια, ἐν Τασκένδῃ ὡς ἄγγελος.

Ὁ ἔνσαρκος ἄγγελος, ἐν τῇ Τασκένδῃ γέγονας, πᾶσι τοῖς πιστοῖς Λουκᾶ παμμάκαρ, τάς θλίψεις φέρων, τὰ ὀνειδίσματα, καὶ τὸν ἐλαφρότατον ζυγόν, χαίρων τοῦ Κυρίου σοῦ, ὡς ποιμὴν θεοστήρικτος.

Ὑπέστης τὰ σκώμματα, ἐν ταῖς ἐγκλείστραις ἅγιε, ταῖς ὀδυνηραῖς ἀνδρῶν ἀθέων, ἀλλὰ παμμάκαρ, Λουκᾶ τὸ ὄνομα, τοῦ παμβασιλέως Ἰησοῦ, ἀνδρικῷ φρονήματι, καὶ γενναίως ἐστήριξας.

Θεοτοκίον.
Κροτοῦντες Πανάμωμε, τάς χεῖρας οἱ οἰκέται σου, μέλπομεν ἐν ὕμνοις γηθοσύνοις, σὲ τὴν ἁγίαν, πάσης τῆς κτίσεως, τὴν ὑψηλοτέραν οὐρανῶν, ὅρος ἀλατόμητον, καὶ ἀγγέλων τὸ ἄγαλμα.

Ὠδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὡρῶν καὶ χρόνων τὸν αἴτιον, τὸν ὄντα πρὸ αἰώνων κυήσασα, τὸν ἀπερίγραπτον, καὶ ἀκατάληπτον Κύριον, ὅὂν Μῆτερ ὑπὲρ πάντων, ἀεὶ ἱκέτευε.

Νεκρώσαι θέλω τὸ φρόνημα, σαρκὸς τῆς πολυμόχθου τὸ ἄστατον, καὶ τὴν ἀθάνατον, ζωοποιῆσαι πρεσβείαις σου, ψυχήν μου Θεοτόκε, Παντοβασίλισσα.

Τὸ κῦδος χαῖρε τὸ τίμιον, ἡμῶν τῶν Ὀρθοδόξων Πανάχραντε, χαῖρε ἡ δύναμις, πολεμουμένων ἑκάστοτε, ὑπὸ πικρῶν δαιμόνων, τοῦ πολεμήτορος.

Θεοτοκίον
Ἱδὼν ὁ Πλάστης ὀλλύμενον, τὸ πλάσμα ὁ χερσὶν ἐποιήσατο, ἐν σοὶ ἐσκήνωσεν, ἀναλαβὼν τὸ ἀνθρώπινον, ἵνα θεώσῃ Μῆτερ, ἡμῶν τὸ φύραμα.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
Ἀτίμως πάτερ πανέντιμε, ἐν τόποις φυλακῶν διετέλεσας, Λουκᾶ τὴν ἄνωθεν, θείαν ῥοπὴν ἐφιέμενος, ἥν ὁ Χριστὸς παρέχει, πιστοῖς τοῖς πάσχουσι.

Διδάσκων πάτερ τοῖς τρόποις σου, κακούργων κακοτρόπων τὸν ὅμιλον, ἐν τῇ πορείᾳ σου, πρὸς Σιβηρίαν ἐπαίδευσας, ὡς ἀκριβὴς ἀλείπτης, τῆς θείας πίστεως.

Ὁδὸν Χριστοῦ τὴν ἐπίπονον, στενὴν καὶ τεθλιμμένην διώδευσας, ἐν ἐξορίαις σου, καὶ μαρτυρίου τὰ στίγματα, ἐν τῇ σαρκί σου Πάτερ, Λουκᾶ ἐβάστασας.

Θεοτοκίον.
Σὲ Μῆτερ Πάναγνε Δέσποινα, ἐλέους τὴν πηγὴν καὶ τῆς χάριτος, καλῶς γινώσκοντες, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὑπὲρ ἡμῶν δυσώπει, πρὸς τὸν Φιλάνθρωπον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Συμφερουπόλεως Λουκᾶν τὸν ἀρχιποίμενα, καὶ ἰατρὸν τὸν ἐπιστήμονα τὸν ἄριστον, οἱ φιλάγιοι ὑμνήσωμεν ἐγκαρδίως· ἐν Ῥωσίᾳ γὰρ βιώσας ὥσπερ ἄγγελος, ὡμολόγησε Χριστοῦ τὸ θεῖον ὄνομα· διὸο κράζομεν· Χαίροις πάτερ ἀοίδιμε.

Ὁ Οἶκος.
Ἄγγελος πάτερ ὤφθης, ἐπ᾿ ἐσχάτων τῶν χρόνων, ἐν χώρᾳ δυστυχούντων ἀνθρώπων· βιοτεύσας ἐνθέως ἐν γῇ, Ἱεράρχα Λουκᾶ ὄντως τὸ πρότυπον, λαοῦ καὶ κλήρου γέγονας, διόπερ σοι ἐβόων ταύτα·
Χαῖρε τὸ εὖχος πάσης Ῥωσίας·
Χαῖρε τὸ σκεῦος τῆς εὐσεβείας.
Χαῖρε ποιμανσίας ἀνθρώπων τὸ μίμημα·
Χαῖρε ἰατρείας ἀλγούντων τὸ καύχημα.
Χαῖρε ὅτι ὡμολόγησας τὸν Χριστὸν ἀνδροπρεπώς·
Χαῖρε ὅτι ἐθεράπευες ἀρρωστήματα βροτῶν.
Χαῖρε ὅτι ἐκ παίδων ἡλικίας ἐκλάμπεις·
Χαῖρε ὅτι ἐγγάμων συζυγίας ἠράσθης.
Χαῖρε τεκνίων τῶν σῶν τὸ φέγγισμα·
Χαῖρε πιστῶν τὸ ἅγιον κλέϊσμα.
Χαῖρε σεμνῶν Ἐπισκόπων ὁ κόσμος·
Χαῖρε ἠθῶν οὐρανίων ὁ τόμος.
Χαίροις Πάτερ ἀοίδιμε.

Συναξάριον.

Τῇ ια΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἑν Ἁγίοις πατρὸς ἡμῶν Λουκᾶ τοῦ νέου, τοῦ ἰατροῦ καὶ ὁμολογητοῦ, Ἀρχιεπισκόπου Συμφερουπόλεως καὶ Κριμαίας, τοῦ Ῥώσου, ἐν ἔτει 1961 ἐν εἰρήνῃ τελειωθέντος.

Στίχοι.
Λουκᾶς Συμφερουπόλεως ἀρχιθύτης,
καὶ ἰατρὸς σωμάτων τιμάσθω ὕμνοις.
Ἑνδεκάτη Λουκᾶς θάνε ἰητῆρ καὶ θύτης πρῶτος.

Οὗτος ὁ ἑν ἁγίοις πατὴρ ἡμῶν Λουκᾶς ὁ νέος ὑπῆρχεν ἐκ πόλεως Κέρτς τῆς Χερσονήσου τῆς Κριμαίας τῆς Ῥωσίας, πατρὸς Φέλικος Στανισλάβοβιτς, Ῥωμαιοκαθολικοῦὺ ἐν τῇ πίστει καὶ μητρὸς Μαρίας Δημητρίεβνα, πιστῆς Ὀρθοδόξου. Ἐγεννήθη ἐν ἔτει χιλιοστῷ ὀκτακοσιοστῷ ἑβδομηκοστῷ καὶ ἑβδόμῳ (1877). Πολλάκις εὑρέθη προσφοιτὼν τοῖς ἁγίοις λειψάνοις ἐν τῇ Λαύρᾳ τοῦ Κιέβου ἔνθα καὶ τὰ σπέρματα ἔλαβεν τῆς θείας χάριτος, αὐξήσας ταῦτα ἱκανῶς ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἀνδρωθεὶς ἐσπούδασεν τὴν τῶν ἰατρῶν ἐπιστήμην ἐν τῷ Πανεπιστημίω τοῦ Κιέβου ἀριστεύσας ἐν ταῖς ἐπιδόσεσιν αὐτοῦ. Εἴτα ἐνυμφεύθη τὴν Ἄννα Βασιλιγιεβνα ἀποκτήσας μετ᾿ αὐτῆς τέσσαρα τέκνα. Τῆς ἰδίας αὐτοῦ γυναικὸς θανούσης προώρως ἐχειροτονήθη Ἱερεὺς καὶ μετ᾿  οὐ πολὺ Ἐπίσκοπος καρεὶς πρότερον μοναχὸς καὶ εἰληφὼς πρὸς τοῦτο τοὒνομα Λουκᾶς τοῦ προτέρου ὀνόματος, ἤγουν τοῦ Βαλεντίνου, καταλιπόντος. Ὡς ἰατρὸς καὶ Ἱεράρχης ἐνισχυθεὶς ὑπὸ τῆς ἄνωθεν ῥοπῆς ὡμολόγησε θαρσαλέως τό του Χριστοῦ ὄνομα πρὸ τῶν δικαστικῶν βημάτων καὶ ἀθέων ἀνδρῶν. Διῆλθεν ἱκανὸν χρόνον τοῦ βίου αὐτοῦ ἐν ταῖς φυλακαῖς καὶ ὑπέστη διὰ τὴν πίστιν αὐτοῦ διωγμοὺς καὶ μαρτύρια μὴ δειλανδρίσας πρὸ τῶν ἀπειλῶν καὶ τῶν μηχανημάτων τοῦ ἀρχεκάκου ἐχθροῦ. Διαμείβων ὁ μακάριος ἐκ πόλεως εἰς πόλιν διὰ τὴν κατ᾿ αὐτοῦ μανίαν τῶν διωκτῶν ἀθέων ὡς Ἐπίσκοπος θεοφιλῶς ἐστήριξε τό τοῦ λαοῦ πλήρωμα ἐν ταῖς Ἐπισκοπαῖς Τασκένδης, Ταμπὼφ καὶ Συμφερουπόλεως τῆς Κριμαίας καὶ ἀλλαχοῦ καὶ ὡς ἰατρὸς ἐν πλείστοις τόποις τῆς Ῥωσίας διέσωσεν ἐκ τοῦ θανάτου πολλοὺς τῶν νενοσηκότων. Ἐχαρίσατο αὐτῷ ὁ Θεὸς καὶ ἐν ζωῇ καὶ μετὰ τὸ θανεῖν αὐτὸν ἐνεργήματα ὑπερφυσικῶν δυνάμεων. Ἐκοιμήθη ἐν εἰρήνῃ ἐν τῇ Συμφερουπόλει ἐν ἔτει χιλιοστῷ ἐννεακοσιοστῷ ἑξηκοστῷ καὶ ἑνὶ καταλιπὼν φήμην ἁγίου Ἱεράρχου, σοφοῦ ἰατροῦ καὶ ἀνυποχωρήτου ὁμολογητοῦ τῆς Ὀρθοδόξου ἡμῶν πίστεως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τῶν ἁγίων ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.
Στίχοι.
Εἰς τὸν Βαρθολομαῖον.
Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος,
Μιμούμενος σέ, σταυρικὸν φέρει πάθος.
Ἑνδεκάτη σταύρωσαν ἐρίφρονα Βαρθολομαῖον.

Εἰς τὸν Βαρνάβαν.
Ὑπὲρ λίθον σάπφειρον, ὡς γραφὴ λέγει,
Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριὴλ ἐν τῷ Ἄδειν.
Στίχοι.
Ἦσας Γαβριὴλ πρὶν τὸ Χαῖρε τῇ Κόρῃ,
Ἄδεις δὲ καὶ νῦν, Ἄξιον σὲ ὑμνέειν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Θεόπεμπτος μετὰ καὶ ἑτέρων τεσσάρων, ξίφει τελειοῦται.
Στίχοι.
Ὁ Θεόπεμπτος τέσσαρας διὰ ξίφους,
Εὐρῶν συνάθλους πέμπτος αὐτὸς εὑρέθη.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Μεμολύσμεθα, τῷ λύθρῳ τῆς κακότητος, μνησικακίας τε, τῶν τῆς σαρκὸς ἡδονῶν, καὶ πάσης φαυλότητος, Μῆτερ ἀνύμφευτε, διὸο πρόφθασον, τῷ ῥαντισμῷ ἐλέους σου, ἀποπλύναι τοὺς σοὺς δούλους.

Ὢ Θεόνυμφε, Παρθένε παμμακάριστε, Θεογεννήτρια, τῶν γηγενῶν ἡ τροφός, Ἀγγέλων τὸ καύχημα, τραῦμα τοῦ δράκοντος, ἀναδέδειξαι, τεκοῦσα θείῳ Πνεύματι, τὸν Υἱόν σου καὶ Δεσπότην.

Νὺξ συνέχει με, πολλῶν ἀμπλακημάτων μου, Ἀειμακάριστε, καὶ τῶν δαιμόνων ἐσμός, δεινῶς ἐκταράσσει με, τοῖς μηχανήμασι, διὸ δέομαι, ἀπαλλαγῆναι τάχιστα, ταῖς ἁγίαις σου πρεσβείαις.

Θεοτοκίον
Τὸν πανώλεθρον, ἰὸν τῆς παραβάσεως, ὅν πρὶν ἐξήμεσεν, ἐπὶ τὴν φύσιν ἡμῶν, ἀλάστωρ μισόθεος, καὶ ὄφις δόλιος, ἀπεμάκρυνας, τῷ γλυκασμῷ σου Πάναγνε, ἐκ τοῦ γένους τῶν ἀνθρώπων.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
Μεμαρτύρηκας, εὐτόλμως ἐν ταῖς πόλεσι, τῆς ἐξορίας σου, πίστιν Χριστοῦ τοῦ Θεοῦ, καὶ εἴρηκας πάντοτε, Λουκᾶ ἀοίδιμε· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἰ.

Ὁλομέτωπον, ἐδέχθης ὄντως πόλεμον, καὶ τὴν ἐχθρότητα, ἐκ τῶν ἀθέων ἀνδρῶν, θυτῶν ψευδαδέλφων τε, καὶ τῶν οἰκείων σοῦ, ἀλλ᾿ ἐχώρησας, περιχαρὴς εἰς σκάμματα, τῆς καλῆς ὁμολογίας.

Ἰασάμενος, πολλοὺς Λουκᾶ Ἐπίσκοπε, ταῖς ἐνεργείαις σου, ἐκ δυσιάτων ἀλγῶν, ψυχῆς τε καὶ σώματος, ἔχαιρον ψαλλοντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἰ.

Θεοτοκίον.
Λύτρον γέγονε, ὁ σὸς Υἱὸς Πανύμνητε, ἡμῖν τοῖς δούλοις σου, καὶ ἐκ φθορᾶς τῶν κακῶν, ἐρρύσατο ἅπαντας, τοὺς πίστει μελποντας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἰ.

Ὠδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὤφθης ἡ χαρὰ τοῖς ἀλγουμένοις, καὶ λύπης τῶν πρωτοπλάστων τὸ συμπέρασμα, σὺ γὰρ ἀπεκύησας, ὑπὲρ φύσιν Ἄχραντε, τῆς χαρμονῆς τὸν αἴτιον, πρὸς ὅν κραυγάζομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Νεύρωσον τὸ ἄτονον ψυχῆς μου, ἐν τάχει ταῖς ζωηφόροις ἱκεσίαις σου, κεῖμαι γὰρ ὁ δείλαιος, ἐν τῷ λάκκῳ Δέσποινα, τῶν χαλεπῶν πταισμάτων μου, καὶ ἀνακράζω σοί, μὴ παύσῃ δυσωποῦσα λιταῖς σου, τὸν Υἱόν σου δοῦναι, ἐμοὶ τὴν σωτηρίαν.

Στῆσον ταῖς ἁγίαις σου πρεσβείαις, τὸν σάλον τῶν ἐννοιῶν τοῦ πολεμήτορος, τοῦ ἀεὶ ταράσσοντος, νοῦν καὶ τὴν καρδίαν μου, ταῖς φαντασίαις Δέσποινα, καὶ τὸ κλυδώνιον, βλασφήμων λογισμῶν ἀπιστίας, παῦσον καὶ γαλήνην, παράσχου μοι τὴν θείαν.

Θεοτοκίον
Ἐν ἐτάσει Κρίσεως μελλούσης, ἐν ᾗ καὶ παραστησόμεθα οἱ δοῦλοι σου, ἔρημοι τῶν πράξεων, τῶν καλῶν ἀμόλυντε, ἐν τῷ ἀστέκτῳ βήματι, τοῦ Παντοκράτορος, βοήθησον ἡμᾶς ταῖς λιταῖς σου, ἵνα λυτρωθῶμεν, πυρὸς τοῦ αἰωνίου.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
Ὕδρευμα χαρίτων ἰατρείας, ἡ λάρναξ τῶν σῶν ὀστῶν ἡ πολυτίμητος, τοῖς ἀνθρώποις γέγονεν, ἐπ᾿ ἐσχάτων ἅγιε, καὶ θεραπεύει χάρισι, Λουκᾶ τοὺς ᾅδοντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στήριγμα ἡμῶν τῶν σὲ τιμώντων, ἐν μάνδρᾳ τοῦ Σαγματίου τὰ μερίσματα, τῶν σεπτῶν λειψάνων σου, πάτερ ἀνεδείχθησαν, καὶ ἁγιάζει ἅπαντας, Λουκᾶ τοὺς λέγοντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἴαμα καμνόντων ἡ σορός σου, ἐν πόλει Συμφερουπόλεως ἀοίδιμε, δαιμονώντων κάθαρσις, τῶν στενόντων κούφισμα, καὶ τῶν πιστῶν βοήθεια, βοώντων ἅγιε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Νῦν ἀπὸ καρδίας σοι τὸ Χαῖρε, ἀγγέλου τοῦ Γαβριὴλ Θεοχαρίτωτε, μέλπομεν οἱ δοῦλοι σου, καὶ αἰτοῦμεν λέγοντες, ταῖς σαῖς εὐχαῖς ἱκέτευε, τὸν θεῖον τόκον σου, ῥυσθῆναι ἐκ πολλῶν παθημάτων, τοῦ δεινοῦ Βελίαρ, καὶ δράκοντος ἀρχαίου.

Ὠδὴ θ΄. Ἅπας γηγενής.
Ἵλεως γενοῦ, τῷ σῷ δούλῳ Δέσποινα, ταῖς δυσωπείαις σου, καὶ τὸ ἐπικείμενον, τῆς ἀθυμίας νέφος διάλυσον, ὅπως ὑμνῶ τὴν χάριν σου, τὴν ἀπροσμάχητον, καὶ κραυγάζω· Χαίροις ἀπειρόγαμε, Ὀρθοδόξων λαῶν τὸ διάσωσμα.

Ὥσπερ τὰ λεπτά, τῆς χήρας τοὺς ὕμνους μου, δέξαι Πανύμνητε, καὶ ταῖς σαῖς δεήσεσι, ἐκ τοῦ ταράχου τῆς ἀπογνώσεως, καὶ πολλαπλῶν σφαλμάτων μου, ταχὺ ἐξάρπασον, τὴν ψυχήν μου, Μῆτερ Θεονύμφευτε, τῶν μερόπων γλυκὺ παραμύθιον.

Ἡ τῶν οἰκτιρμῶν, Πηγὴν ἀναβλύσασα, τὴν πολυχεύμονα, ἄρουραν ψυχῶν ἡμῶν, τὴν ξηρανθεῖσαν τοῖς ἀμπλακήμασι, τῷ ὑετῷ Πανάχραντε, τῶν χαρισμάτων σου, καὶ λιτῶν σου, ῥάνον καὶ κατάστησον, τοῦ Χριστοῦ καρποφόρον γεώργιον.

Θεοτοκίον
Λύσιν τῆς ἀρᾶς, τοῦ γένους σου ἤνεγκας, τῷ σῷ κυήματι, καὶ ὡς δῶρον εἴληφας, εἰς τοὺς αἰῶνας ἀειμακάριστε, τῶν γηγενῶν τὸν ἔπαινον, καὶ τὰ ἐγκώμια, ὡς προεῖπε, τῷ ἁγίῳ Πνεύματι, κινουμένη ἡ γλῶσσά σου Πάναγνε.

Τοῦ Ἁγίου. Ὁ αὐτός.
Ἴθυνας σοφῶς, τὸν σὸν βίον ἅγιε, πρὸς τὰ οὐράνια, ἔχων κατὰ νοῦν Λουκᾶ, τῆς βασιλείας Χριστοῦ τὰ ἄφθαρτα, διὸ καὶ τὰ ἐπίκηρα, καὶ ὄντως ῥέοντα, ἀπεστράφης, καὶ καλῶς ἐμίσησας, Ἱεράρχα Χριστοῦ ἀξιότιμε.

Ὥσπερ ποταμός, τοῖς ῥείθροις τῆς χάριτος, τὴν Συμφερούπολιν, καὶ Ῥωσίαν ἅπασαν, ἐν τοῖς ἐσχάτοις, χρόνοις ἐπότισας, ὡς ἰατρὸς γὰρ ἄριστος, τὰ ἀρρωστήματα, τῶν σωμάτων, καὶ ὡς θύτης πρώτιστος, ἁμαρτίας Λουκᾶ ἐθεράπευσας.

Ἡ τοῦυ Σαγματᾶ, Μονὴ ἐπαγάλλεται, Λουκᾶ Ἐπίσκοπε, ὡς γὰρ δῶρον πάντιμον, τῶν σῶν λειψάνων σχοῦσα μερίσματα, πανηγυρίζει σήμερον, τὴν θείαν μνήμην σου, καὶ γεραίρει, τὰ σὰ πολυάριθμα, ἐν Ῥωσίᾳ καὶ ὧδε ἰάματα.

Θεοτοκίον.
Λάμπει σου ἁγνή, τὸ κάλλος ὡς ἥλιος, Θεογεννήτρια, καὶ αὐγάζει ἅπαντα, ἀΰλων νοῶν φῦλα ἀμύθητα, καὶ τῶν βροτῶν συστήματα, τὰ εὐσεβέστατα, καὶ βοῶντα· Χαίροις παμμακάριστε, Οὐρανοῦ τε καὶ γῆς ἐγκαλλώπισμα.

Ἐξαποστειλάρια.
Τοῖς μαθηταῖς συνέλθωμεν.
Λουκᾶν τὸν νέον ἅγιον, καὶ ἀρχιθύτην Κυρίου, καὶ τῆς Ῥωσίας κόσμημα, ἰατρῶν ποδηγέτην, Συμφερουπόλεως κλέος, Σαγματᾶ τὸν ἐπόπτην, τὸν ἔνδοξον Ἀνάργυρον, συζυγίας τὴν δόξαν καὶ μοναστῶν, θαυμαστὸν ὑπόδειγμα καὶ προστάτην, τοῖς ἱεροῖς μελίσμασιν, ἀνευφημήσωμεν πάντες.

Θεοτοκίον.
Χριστοῦ ναὸς ὁ ἔμψυχος, καὶ τὸ κατάσκιον ὅρος, καὶ ἡ λαβὶς τὸν ἄνθρακα, ἐνεγκοῦσα τῷ κόσμῳ, ἡ πορφυρὶς Βασιλέως, καὶ οὐράνιος πύλη, καὶ βάσις, στάσις, κίνησις, προφητῶν καὶ μαρτύρων καὶ ἀσκητῶν, ἀνεδείχθης Δέσποινα Θεοτόκε, διὸ μὴ παύσῃ πάντοτε, διαφυλάττουσα πάντας.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ Λουκᾶ ἀξιάγαστε, ὁ τῶν ἀθέων ἐσμός, ἀληθείας τὰ δόγματα, εὐμενῶς μὴ φέροντες, κατὰ σοῦ ἐκινήθησαν, ἐπιβουλάς τε καὶ ὀνειδίσματα, καὶ λοιδωρίας μυρίας ῥαπτοντες· ὤ τῆς ἐνστάσεως, τῆς στερρᾶς σου ἅγιε, δι ἧς ἱστόν, κακουργίας ἔλυσας, καὶ ἀθεότητος.

Πάτερ Λουκᾶ πανσεβάσμιε, Ἀρχιερέων στολήν, ἐνδυθεὶς τὸ φιλόχριστον, τῆς Ῥωσίας πλήρωμα, πρὸς Χριστὸν καθωδηγήσας, Ὀρθοδοξίας τοῖς παραγγέλμασι, καὶ πολιτείᾳ σου τῇ ὀρθότητι· ὢ τῆς συνέσεως, καὶ πολλῆς σοῦ χάριτος, δι ἧν σοφέ, τῆς σῆς ποίμνης πρόβατα, ἐποδηγέτησας.

Πάτερ Ἱεράρχα ἅγιε, μετ᾿ ἐπιστήμης πολλούς, τῶν νοσούντων ἐκούφισας, φανερώσας ἅπασι, τῆς σοφίας σου μέγεθος, καὶ μετὰ θάνατον τὰ ὀστέα σου, τῆς ἰατρείας τὰ ῥεῖθρα βλύζουσιν· ὢ τῆς σῆς λάρνακος, τῶν λειψάνων πάντιμε, δι ἧν Λουκᾶ, ἀφειδῶς ἰάματα, ἡμῖν μετέδωκας.

Ἅγιε Λουκᾶ μακάριε, ἐν τῇ Μονῇ Σαγματᾶ, ὡς χρυσίον πολύτιμον, τῶν ὀστῶν σου τμήματα, οἱ Πατέρες κατέχουσι· διὸ τὴν μνήμην τὴν σὴν γεραίρουσιν, ἐκδιηγούμενοι τὰ σημεῖα σου· ὢ τῶν θαυμάτων σου, δι ἧν δίδως ἴασιν, ἡμῖν ἀεί, ὡς ἀκέστωρ ἄριστος, τοῦ Παντοκράτορος.

Δόξα. Ἦχος πλ. α΄.
Ἅγιε Πάτερ, εἰς πᾶσαν τὴν Ῥωσίαν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου. Τὴν στερράν σου γὰρ ὁμολογίαν τῆς πίστεως, Ἱεράρχα θεόσοφε, ἄγγελοι ἀκούσαντες ἐπεκρότησαν, διάβολος μετὰ δαιμόνων ἐτραυματίσθη, καὶ ὁ Κύριος ταύτην, ἐν οὐρανοῖς ἐπεγράψατο. Τῇ δὲ ἰατρικῇ σου τέχνῃ, ἄνθρωποι νοσοῦντες ἰάθησαν, τῶν ἰατρῶν οἱ ὅμιλοι ἐδιδάχθησαν, καὶ τῶν ἀθέων φαλαγγαρχίαι κατεπλάγησαν. Διὸ ἐν χαρᾷ τὴν μνήμην σου ἄγοντες, Λουκᾶ παναοίδιμε, ἰκετικῶς βοῶμεν σοι· μὴ παύσῃ, καθικετεύων ταῖς σαῖς πρεσβείαις, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομεν σὲ Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τῶν Κανόνων τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδή.

Ἀπόστολος τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
(ζήτει τῇ ιγ΄ τοῦ Νοεμβρίου μηνός).

Εὐαγγέλιον τοῦ Ἁγίου καὶ Εὐαγγελιστοῦ Λουκᾶ
(ζήτει τοῦτο τῇ ιη΄ τοῦ  Ὀκτωβρίου μηνός).

Κοινωνικόν
Εἰς μνημόσυνον αἰιώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον
Χαίροις τῆς Ῥωσίας νέος βλαστός, καὶ τῶν ἀκεστόρων ὁ προστάτης και βοηθός, χαίροις Ἐκκλησίας Χριστοῦ ὁ ἱεράρχης, Λουκᾶ ποιμήν θεόφρον, ἀξιοτίμητε.
πηγή:akolouthies-agion
 

Ο Ναός μας εξωτερικά

Κυριακή στην Ενορία - Αφιέρωμα στον Ι.Ν. Αγίων Αντωνίου & Χαραλάμπους εις Κρύα Ιτεών Πατρών

ΕΘΝΙΚΟΣ ΥΜΝΟΣ - Εξωτερικά πλάνα Ναού

Ο ΝΑΟΣ ΜΑΣ ΕΞΩΤΕΡΙΚΑ (παλαιότερο video)


Θείες Λειτουργίες εβδομάδος

Θείες Λειτουργίες εβδομάδος
Κυριακή 14/4, Πέμπτη 18/4 (Προηγιασμένη), Παρασκευή προς Σάββατο 19/4 προς 20/4 (Αγρυπνία Ακαθίστου Ύμνου)

Λαμπρὰ Ἐγκαίνια τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀντωνίου στὴν περιοχὴ Κρύα Ἰτεῶν Πατρῶν

Λαμπρὰ Ἐγκαίνια τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀντωνίου στὴν περιοχὴ Κρύα Ἰτεῶν Πατρῶν
Καντε κλικ στη φωτογραφία για να εμφανισθεί το θέμα

Ἐτελέσθησαν τὰ θυρανοίξια στὸν νεόδμητο Ἱερὸ Ναὸ τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου στὰ Κρύα Ἰτεῶν

Ἐτελέσθησαν τὰ θυρανοίξια στὸν νεόδμητο Ἱερὸ Ναὸ τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου στὰ Κρύα Ἰτεῶν
Καντε κλικ στη φωτογραφία για να εμφανισθεί το θέμα

συνταγή για Πρόσφορο

συνταγή για Πρόσφορο
Καντε κλικ στο πρόσφορο και διαβάστε

Πώς θα βρείτε το Ναό μας

Ασματική Ακολουθία Οσίου Πατρός Αντωνίου του Μεγάλου

Ασματική Ακολουθία Οσίου Πατρός Αντωνίου του Μεγάλου
Καντε κλικ στην εικόνα για να την κατεβάσετε

Ασματική Ακολουθία Αγίου Ιερομάρτυρος Χαραλάμπους

Ασματική Ακολουθία Αγίου Ιερομάρτυρος Χαραλάμπους
Καντε κλικ στην εικόνα για να την κατεβάσετε